Φυγὴ θανάτου, σταυροῦ τὸ δένδρον· ἐκεῖθεν γὰρ ἐπήγαζεν ἡ ζωὴ ἡ ἀθάνατος. Ἀπὸ σταυροῦ πρὸς παράδεισον ὁ λῃστὴς μεταβέβηκεν, ἀντὶ θανάτου ζωὴν ἀνταλλαξάμενος. Καρπὸς τοῦ φθόνου τοῦ ἐν παραδείσῳ φυτοῦ ἡ βρῶσις· καὶ ἀναίρεσις τοῦ φθόνου ἡ ἐκ τοῦ καρποῦ τοῦ σταυροῦ μετάληψις. Εἰ ἐνήστευσεν ὁ Ἀδὰμ, οὐκ ἂν θανάτῳ κατεδικάσθη, οὐκ ἂν τῆς ἀκαμάτου τρυφῆς ἐξόριστος γέγονεν, οὐκ ἂν τῇ φθορᾷ ὑπεβλήθη. Φησὶ γὰρ ἡ θεία Γραφὴ, ὅτι Ὁ Θεὸς τὸν ἄνθρωπον ἔκτισεν ἐπ᾽ ἀφθαρσίᾳ· φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Ἀλλ᾽ ἦλθε Χριστὸς, Ἡ εἰρήνη ἡμῶν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, προσήλωσε τὸ γραμματεῖον τῆς ἁμαρτίας τῷ σταυρῷ, ἀκυρώσας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῦ θανάτου. Καὶ βοᾷ Παῦλος· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Ἀμειψώμεθα τοίνυν κατὰ δύναμιν τὸν εὐεργέτην, ἀγαπητοί· μικροῖς ὀβολοῖς θεραπεύσωμεν τὸν πλούσιον ἐν ἐλέει. Ὁ Δεσπότης ἡμῶν ὑπὲρ ἡμῶν ἐσταυρώθη· ἡμεῖς δὲ θρέψωμεν τὸν κατ᾽ εἰκόνα αὐτοῦ κτισθέντα πένητα· ἐκεῖνος θανάτῳ προσωμίλησεν, ἵνα ἡμᾶς θανάτου ἐλευθερώσῃ· ἡμεῖς δι᾽ αὐτὸν μικροῖς ὀβολοῖς τοῦ θανατικοῦ λιμοῦ τοὺς ὁμογενεῖς ἐξαρπάσωμεν. Αὐτὸς γὰρ, αὐτός ἐστιν, ὁ διὰ τῶν πενήτων δεχόμενος τὸ παρεχόμενον.