Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν παραβολὴν τοῦ ἀσώτου
Εισαγωγή και ερμηνευτική προσέγγιση της παραβολής
Προοίμιο για τη θεία φιλανθρωπία και εισαγωγικές επισημάνσεις γύρω από την παραβολική διήγηση.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Εισαγωγή και ερμηνευτική προσέγγιση της παραβολής
Προοίμιο για τη θεία φιλανθρωπία και εισαγωγικές επισημάνσεις γύρω από την παραβολική διήγηση.
Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου. αʹ. Ἀεὶ μὲν, ἀδελφοὶ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττειν ὀφείλομεν (δι᾽ αὐτῆς γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν)· μάλιστα δὲ ἐν τούτῳ τῷ καιρῷ χρεωστοῦμεν τοῦτο ποιεῖν, διὰ τὴν κοινὴν ὠφέλειαν, καὶ τὴν εὐεργεσίαν τῶν μελλόντων ἐκ τῆς κολυμβήθρας ἀνατέλλειν ἀστέρων. Καὶ γὰρ οὗτοι διὰ ταύτης ἐκλάμψουσι, καὶ ἡμεῖς δι᾽ αὐτῆς ἐσώθημεν καὶ σωζόμεθα· ἥτις ἡμῖν ἀντὶ κληρονομίας ἐδόθη ἐκ τοῦ δημιουργοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν. Εἴπωμεν τοίνυν περὶ αὐτῆς, ἅπερ εἶπεν ὁ Δεσπότης Χριστὸς, ὁ φιλάνθρωπος Υἱὸς τοῦ φιλανθρώπου Πατρὸς, ὁ μόνος ἀξιόχρεως τῆς πατρῴας οὐσίας ἐξηγητής· ἀναπτύξωμεν πᾶσαν τὴν περὶ τοῦ ἀσώτου παραβολὴν, ἵνα μάθωμεν ἐξ αὐτῆς, πῶς δεῖ προσπελάζειν τῷ ἀπροσπελάστῳ, καὶ συγγνώμην τῶν πταισμάτων αἰτεῖν. Ἄνθρωπός τις, φησὶν, εἶχε δύο υἱούς.
Παραβολικῶς ὁ Σωτὴρ, οὐ δογματικῶς διαλέγεται. Διὰ τοῦτο περὶ τοῦ ἰδίου Πατρὸς ὡς περὶ ἀνθρώπου τινὸς ὁμιλεῖ, καὶ περὶ τῶν δούλων ὡς περὶ τέκνων λαλεῖ, ἵνα δείξῃ τοῦ Θεοῦ τὴν περὶ τοὺς ἀνθρώπους στοργήν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔