Ἴδωμεν οὖν τὴν τούτων παραβολὴν, ἵνα συνιέντες καρδίᾳ συνετῇ, γνωρίσωμεν τοῦ Θεοῦ τὰ μυστήρια. Ἄνθρωπός ἐστιν ὁ Ἀδὰμ, Ἱερουσαλὴμ δὲ ἡ ἐπουράνιος πολιτεία καὶ ἡ φρόνησις, Ἱεριχὼ δὲ ὁ κόσμος. Ἐφ᾽ ὅσον τοίνυν ὁ Ἀδὰμ πρὸ τῆς παρακοῆς εἶχε τὸ ἐπουράνιον φρόνημα, καὶ τὴν ἰσάγγελον πολιτείαν, ἀκώλυτον εἶχε τὴν εἴσοδον ἐν τῇ ἐπουρανίῳ πόλει Ἱερουσαλὴμ, καὶ τὴν κατοικίαν καὶ διατριβὴν ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ ποιούμενος, ὑπ᾽ οὐδενὸς ἐνικᾶτο, οὐδὲ ἐτραυματίζετο· ὅτε δὲ παρήκουσε τοῦ Θεοῦ, καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν, ἀλλ᾽ ἀπηνέχθη τῇ ἀπάτῃ τοῦ ὄφεως, τότε κατέβη εἰς Ἱεριχὼ, τουτέστιν, εἰς τὴν γῆν, καὶ τὰ τῆς γῆς εἰργάζετο· Ἱερουσαλὴμ γὰρ ἀνάβασις ἑρμηνεύεται, Ἱεριχὼ δὲ κατακλυσμός.