Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα
Η πνευματική περιτομή και η τελική δοξολογία
Επεξήγηση της σωματικής περιτομής ως τύπου της πνευματικής καθάρσεως που απαιτείται για τη συμμετοχή στο Πάσχα, ακολουθούμενη από την κατακλείδα του έργου.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Η πνευματική περιτομή και η τελική δοξολογία
Επεξήγηση της σωματικής περιτομής ως τύπου της πνευματικής καθάρσεως που απαιτείται για τη συμμετοχή στο Πάσχα, ακολουθούμενη από την κατακλείδα του έργου.
Ὑπόλοιπόν ἐστιν ἰδεῖν, τίνες οἱ τὸ πάσχα ἐσθίοντες. Ἐσθίει δὲ τὸ πάσχα οὐδεὶς ἀπερίτμητος, ἀλλ᾽ εἰ καὶ ἀλλογενὴς ἐπεὶ καὶ ἀργυρώνητος, περιτέμνεται. Οὐδεὶς γὰρ Χριστοῦ μέτοχος γενέσθαι δύναται, τὰς ἀνθρωπίνας περιττότητας μὴ περιτεμνόμενος, μηδὲ καθαρθεὶς ἀπὸ τῶν σαρκικῶν μολυσμάτων, ὧν κατὰ γέννησιν τὴν ἐκ πατέρων διεδεξάμεθα. Τούτου γὰρ ἦν τύπος ἡ σωματικὴ περιτομή. Διὸ καὶ ἐλέγετο ὑπὸ τοῦ προφήτου Ἱερεμίου περιτετμῆσθαι τὴν σκληροκαρδίαν ὑμῶν. Σπεύδωμεν οὖν ἐπὶ τὴν μακαρίαν Χριστοῦ κοινωνίαν, καθαροὶ κοσμικῶν κακῶν διὰ τοῦτο γενώμεθα, ἵνα τοῖς πνευματικοῖς ἁγιασθῶμεν ἀγαθοῖς· μηδεὶς ἐπὶ κόσμον μεταστρεφόμενος, ἀλλὰ σπεύδοντες ἅπαντες εἰς ἵνα μὴ μείνωμεν ὑπὸ τὴν δουλείαν τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ἀλλ᾽ εἰς τὴν ἐλευθερίαν μεταστῶμεν τὴν παρὰ Χριστῷ, ᾧ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔