Ἅπαν γὰρ εἶδος ἐπῆλθε τρυφῆς, καὶ ψυχαγωγίας παντοδαποὺς ἐπενόησε τρόπους, καὶ ποικίλας καὶ πολυτρόπους τέρψεων εὗρεν ἰδέας, καὶ ταύτας διηγούμενος ἔλεγεν· ᾨκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παραδείσους, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι· κτῆσις βουκολίων καὶ ποιμνίων ἐγένετό μοι· συνήγαγον ἀργύριον καὶ χρυσίον ἴσα ψάμμῳ· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, οἰνοχόους καὶ οἰνοχοούσας. Τί οὖν ὁ αὐτὸς οὗτος μετὰ τοσαύτην περιουσίαν τῶν χρημάτων, τῶν κτημάτων, τῆς τρυφῆς, τῆς ἀνέσεως; Ἐμακάρισα, φησὶ, τοὺς ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, καὶ ἀγαθὸς ὑπὲρ τούτους ὅστις οὔπω ἐγένετο. Ὄντως ἀξιόπιστος οὗτος κατήγορος τρυφῆς, ὁ τοιαῦτα περὶ αὐτῆς ψηφιζόμενος. Εἰ μὲν γάρ τις τῶν ἐν πενίᾳ καὶ πτωχείᾳ βεβιωκότων ταύτην ἐξέφερε τὴν ψῆφον κατὰ τῆς τρυφῆς, ἔδοξεν ἂν οὐκ ἀληθείᾳ, ἀλλ᾽ ἀπειρίᾳ ταῦτα κατηγορεῖν· ὅταν δὲ ὁ πᾶσαν αὐτὴν ἐπελθὼν καὶ διερευνησάμενος αὐτῆς ἑκάστην ὁδὸν, οὗτος αὐτὴν ἀτιμάζῃ, ἀνύποπτος ἡ κατηγορία λοιπόν. Τάχα νομίζετε τῆς παρούσης ὑποθέσεως ἡμῖν ἐκπεπτωκέναι τὸν λόγον· ἀλλ᾽ εἴπερ προσέχωμεν, εὑρήσομεν, ὅτι ταύτης μάλιστα ἔχεται τὰ εἰρημένα. Ἐν γὰρ μαρτύρων μνείαις ἀναγκαῖον καὶ ἀκόλουθον, καὶ τοὺς περὶ φιλοσοφίας κινεῖν λόγους.