Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου
Καταληκτήρια ορθόδοξη ομολογία και δοξολογία
Τελική έκθεση της ορθόδοξης τριαδικής και χριστολογικής πίστεως και ακροτελεύτια δοξολογία.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Καταληκτήρια ορθόδοξη ομολογία και δοξολογία
Τελική έκθεση της ορθόδοξης τριαδικής και χριστολογικής πίστεως και ακροτελεύτια δοξολογία.
Ὁ πιστεύων, οὐχ ὁ λέγων· Ἦν ποτε ὅτε οὐκ ἦν· Ὁ πιστεύων, οὐχ ὁ ἀμφιβάλλων. Τί οὖν τὸ πιστεύειν ἀφεὶς, ὑβρίζειν ἐπιχειρεῖς, τὸν κριτὴν ἔχων πολέμιον; Ἀλλὰ σὺ μὲν, Ἄρειε, λῆρε καὶ παράφρον, ὡς θέλεις, πίστευε· εἰ μὴ γὰρ θέλεις, ταλαίπωρε, ἐπιγνῶναι τὸ συμφέρον, φλυάρει καθ᾽ ἑαυτοῦ. Οὔτε γὰρ τὸν Υἱὸν ἀδικήσεις, καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἀνάψεις τῆς γεέννης τὸ πῦρ. Ἐγὼ δὲ παιδαγωγούμενος ὑπὸ τῶν ἁγίων Γραφῶν ὑμνῶ τὸν Πατέρα, τὸν ἀεὶ Πατέρα τυγχάνοντα· ὑμνῶ τὸν Υἱὸν, τὸν ἐκ τῆς πατρῴας οὐσίας ἀχρόνως ἐκλάμψαντα· ὑμνῶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον· ὁμολογῶ τὸν Χριστὸν, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον τὸν αὐτόν· κηρύττω τῆς θεότητος αὐτοῦ τὰ ὑψηλὰ, καὶ οὐκ ἐπαισχύνομαι τῆς ἀνθρωπότητος αὐτοῦ τὰ ταπεινά· ἀλλὰ μετὰ τοῦ μεγάλου καὶ μακαρίου ἀποστόλου Πέτρου βοῶ πρὸς αὐτὸν, Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ σοὶ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔