δέον αὐτὰς τῷ αἵματι τοῦ Ἰησοῦ τὰς καρδίας ῥαντίζειν, μᾶλλον δὲ ῥοδίζειν, καὶ τῷ πνεύματι τὰς καρδίας αὐτῶν λευκαίνειν· ἵνα τὸ ἄνθος τῆς ψυχῆς ἀστράπτον καθάπερ ῥόδον ἐν κρίνῳ μεμιγμένον ὑπάρχῃ. Νῦν δὲ τὰς ὄψεις αὐτῶν ἐκφλογίζουσιν, ἵνα τὰς τῶν νέων καρδίας πρὸς μανίαν ἐκκαύσωσιν. Νῦν ὑμεῖς, οἱ Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος πλύνετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας· ὡσανεὶ ἔλεγε, Διὰ τί τὸ μὲν σῶμα ὕδατι λούετε, τὰ δὲ πταίσματα ἐν τῷ πνεύματι οὐ λούετε; Τολμῶ γὰρ εἰπεῖν, ἀγαπητοὶ, οὐδὲν ὠφεληθήσεται ἄνθρωπος, κἂν τὸ σῶμα πλύνῃ, ἐὰν μὴ πνεῦμα ἔχῃ συνεργὸν, καὶ σύνδρομον τὴν ἐλεημοσύνην. Ὥσπερ γὰρ ποτήριον καὶ ἔξωθεν πλυθὲν καὶ ἔσωθεν, μὴ ἔχον δὲ ποτὸν, οὐκ ἂν ἰάσηται τοῦ διψῶντος τὴν ἐπιθυμίαν, ὁμοίως δὲ καὶ πινάκιον· οὕτω καὶ ἄνθρωπος, κἂν ἔσωθεν ᾖ πεπλυμένος καὶ ἔξωθεν, οὐ τέρψει τὸν Κύριον, ἐὰν μὴ θρέψῃ τὸν σύνδουλον. Διὸ ἐπιφέρει ὁ Κύριος, καὶ λέγει· Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην· καὶ ἰδοὺ πάντα καθαρὰ ἔσται ὑμῖν.