Ἀλλὰ καὶ τὴν ἐκεῖθεν, φησί, γενομένην κηλῖδα ἐπελθὼν ὁ πόλεμος ἀναλώσει. Καὶ γὰρ καὶ ἐν τῷ καιρῷ τῶν χρηστῶν ὑπὲρ τῶν προτέρων ἀπολογεῖται λυπηρῶν, ὅτι καὶ αὐτὰ ἐκεῖνα τὰ συμβάντα διὰ τοῦτο συνέβη, ἵνα ἐκπλυθῶσιν, ἵνα καθαρθῶσιν, ἵνα πυρωθῶσιν, ἵνα πᾶσαν ἀποθῶνται κηλῖδα, ἵνα τὸ ἐκ τῶν ἁμαρτημάτων καὶ τῶν σφαγῶν ἀπονίψωνται ὄνειδος. Τί δέ ἐστιν ὅ φησι· Πνεύματι κρίσεως καὶ πνεύματι καύσεως; Τῇ μεταφορᾷ τῶν χωνευομένων ὑλῶν ἐπέμεινεν. Ὥσπερ γὰρ ἐκεῖ τὸ πνεῦμα εἰς τὸ χωνευτήριον ἐμπῖπτον καὶ τὴν φλόγα ἀναρριπίζον καὶ θερμοτέρους ποιοῦν τοὺς ἄνθρακας ἅπαντα δαπανᾷ τὸν ῥύπον· οὕτω καὶ ἐνταῦθα ἡ θεήλατος ὀργὴ καὶ ἡ τῶν πολεμίων ἔφοδος ἐμπεσοῦσα, ἀντὶ πυρὸς τῇ πόλει γέγονε, πυρὸς οὐκ ἀπολλύντος, ἀλλὰ καίοντος καὶ καθαίροντος, κολάζοντος καὶ διορθουμένου. Τὸ γάρ· Πνεύματι κρίσεως, τουτέστι, κολάσεως, τιμωρίας, ἐκδικήσεως.