قاری

کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔

براہِ راست کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب تلاش کریں۔

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατήχησις περὶ ὅρκων (σειρὰ πρώτη)

Ἰωάννης ὁ Χρυσόστομος

Κατακλείδα και δοξολογία

Τελική προτροπή για τη διατήρηση της καθαρότητας που παρέχει η χάρη του Βαπτίσματος και ολοκλήρωση του λόγου με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

νῦν μὲν οὖν τὸ βάπτισμα, κἂν ἐπιορκίαν εὕρῃ, κἂν εὐορκίαν, κἂν πορνείαν, κἂν μοιχείαν, κἂν πᾶσαν τὴν κακίαν, ἀπορρύπτει καὶ καθαίρει μετὰ πολλῆς τῆς ἀκριβείας· γένοιτο δὲ καὶ εἰς τὸ ἑξῆς καὶ ὑμᾶς τὴν καθαρότητα διατηρῆσαι ταύτην, πάσης ἀπηλλαγμένους κηλῖδος, καὶ ἡμᾶς δυνηθῆναι παρρησίας τινὸς μετασχεῖν εὐχαῖς ταῖς ὑμετέραις· ἔξεστι γὰρ ὑμῖν καὶ ὑπὲρ διδασκάλων εὔχεσθαι λοιπόν. καὶ γὰρ μετὰ μικρὸν ἡμῖν ἀπὸ τῶν οὐρανῶν μέλλετε φαίνεσθαι τῶν ἀστέρων αὐτῶν φαιδρότερον λάμποντες. γένοιτο οὖν εὐχαῖς ταῖς ὑμετέραις παρρησίας ἡμᾶς μετασχεῖν ἅπαντας ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.