Τοιαύτη ἐστὶν ἡ τῶν θείων Γραφῶν διδασκαλία, ἀγαπητοὶ, μία τυγχάνουσα. Ἐπειδὴ γὰρ καὶ ἐκ μιᾶς τῆς τοῦ Θεοῦ σοφίας τὴν ἀπόῤῥροιαν ἔχει, πολλὰς δὴ καὶ διαφόρους τῶν ἀνθρώπων καρδίας σοφίζει. Καὶ ἐκεῖθεν οἱ διδάσκαλοι σοφίζονται, οἱ μαθηταὶ ῥυθμίζονται, αἱ Ἐκκλησίαι μυρίζονται, οἱ διψῶντες ποτίζονται, οἱ ἐσκοτισμένοι φωτίζονται. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, ἐκ τοῦ ἀρτίως ἡμῖν ἀναγνωσθέντος Εὐαγγελίου ῥᾴδιόν ἐστι τὸ πρᾶγμα μαθεῖν. Τί γὰρ ἔλεγεν ὁ Κύριος; Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ. Μία ἐστὶν ἡ φωνὴ, καὶ πολυσχεδῶς πρὸς τὴν ἑκάστου χρείαν καὶ ὠφέλειαν μεριζομένη· μία ἐστὶν ἡ φωνὴ, καὶ ἀρτίζει γέρουσι καὶ νεωτέροις, καὶ γυναιξὶ καὶ παρθένοις καὶ ἀνδράσι, καὶ μαθηταῖς καὶ διδασκάλοις.