Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀγάπης
Εισαγωγή στο μυστήριο της αγάπης
Εισαγωγικές σκέψεις για τη δυσκολία προσέγγισης του ουράνιου μυστηρίου της αγάπης και η προαίρεση του συγγραφέα για την ανάπτυξη του λόγου.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Εισαγωγή στο μυστήριο της αγάπης
Εισαγωγικές σκέψεις για τη δυσκολία προσέγγισης του ουράνιου μυστηρίου της αγάπης και η προαίρεση του συγγραφέα για την ανάπτυξη του λόγου.
Περὶ ἀγάπης. Λόγος μὲν οὐδεὶς περὶ ἀγάπης κατ᾽ ἀξίαν εἰπεῖν ἱκανὸς, διὰ τὸ μὴ εἶναι αὐτὴν ἐπίγειον, ἀλλ᾽ ἐπουράνιον. Οἶμαι δὲ καὶ τὴν τῶν ἀγγέλων γλῶτταν ἀπορεῖν πρὸς τὴν ταύτης ἀκριβεστάτην ζήτησιν, ἐπειδήπερ ἐξ αὐτῆς τῆς τοῦ Θεοῦ μεγαλονοίας ἀπαύστως προέρχεται. Ἆρα οὖν ἐπειδήπερ οὔτε ἀνθρώπων γλῶσσα ἱκανὴ πρὸς τὴν ταύτης ἀκριβεστάτην ἐξήγησιν, ἀποκνήσομεν καὶ ἡμεῖς;
Ἀλλὰ μηδαμῶς· ἐπειδὴ παρὰ Θεῷ καὶ τῶν πολυαργύρων παμμεγέθεις προσφοραὶ εὐπρόσδεκτοι· ἀλλὰ καὶ τῶν ἀνυποκρίτων μετὰ γνώμης ἱλαρᾶς, κἂν σφόδρα βραχύτατα τυγχάνωσιν, ὡς καὶ τῆς χήρας ἐκείνης τῆς βαλούσης τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον προεκρίθη ἡ προσφορὰ τῶν τὸν πολὺν χρυσὸν θεμένων. Καὶ ἡμεῖς τὴν ἐλπίδα ἐπὶ τὸν Κύριον θέμενοι ἀρωγὸν καὶ διορθωτὴν τῶν λεγομένων, προθύμῳ καρδίᾳ τὰ δύο δηνάρια τῆς ἀγάπης εἰς τὸ γαζοφυλάκιον τῆς διανοίας ὑμῶν βαλώμεθα.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔