Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας
Τελικές παραινέσεις και καταληκτήρια δοξολογία
Σύνοψη των προτροπών για την ουσιαστική τήρηση της νηστείας και κατακλείδα του έργου με δοξολογία.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Τελικές παραινέσεις και καταληκτήρια δοξολογία
Σύνοψη των προτροπών για την ουσιαστική τήρηση της νηστείας και κατακλείδα του έργου με δοξολογία.
Νήστευε τοίνυν, παράμενε ταῖς εὐχαῖς, ταῖς συνάξεσι, ταῖς νουθεσίαις, μὴ ἀπολιμπανόμενος τῆς συναγωγῆς, καθὼς ἔθος τισί· μηδὲ πραγματείαις ἢ δικαστηρίοις δι᾽ ὅλης ἡμέρας· ἵνα μὴ χρήματα συνάξης, ἃ σκορπίζειν ὤφειλες· ἢ κατὰ τοῦ ἀδελφοῦ σου ἐντυγχάνῃς, ὃν θεραπεύειν ἐχρῆν. Ἦλθες εἰς ἑσπέραν, ἢ τὴν ἐννάτην, οὐχ ἵνα νηστείας τελέσῃς τὴν πρόθεσιν, ἀλλ᾽ ἵνα τῆς κοιλίας πληρώσῃς τὴν ὄρεξιν. Καὶ μὴ δόξῃς οἴνου μὲν ἀπεχόμενος διὰ τὸ νήφειν, πονηρίας δὲ πληρούμενος μεθύειν, ἵνα μὴ ἀκούσῃς, Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου! Μέθη δὲ οὐκ ἔστι νηστείας κοινωνὸς, ἀλλ᾽ ἔχθρα καὶ ἀντίπαλος. Ἵνα φθάσωμεν εἰς τὴν ἡτοιμασμένην ἡμῖν ἐλπίδα τῆς ἀναστάσεως, ἐκεῖ μὲν ἀπολαύοντες τῶν ἀποκειμένων ἀγαθῶν, ἐνταῦθα δὲ ἀγαλλιώμενοι τοῖς προσδοκωμένοις ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔