Τοῦ αὐτοῦ περὶ πραότητος. αʹ. Οἶμαι πάντας ὑμᾶς ἐπίστασθαι σαφῶς, ὅτι προσήκει τοὺς τῶν λογίων τοῦ Θεοῦ συνετῶς ἀκούοντας, ἦθος ἀγαθὸν καὶ τρόπων ἀρετὴν ἀσκεῖν. Τοῦτο γάρ ἐστιν ᾧ μάλιστα διαφέρουσιν οἱ δοῦλοι τοῦ Χριστοῦ τῶν τὴν ἀλήθειαν ἀγνοούντων, τῷ χρηστότητι συζῇν καὶ βίον ἄξιον τῆς εὐσεβείας παρέχεσθαι. Τοὺς μὲν γὰρ τὸν Χριστὸν ἀγνοοῦντας οὐδὲν ἀπεικὸς πονηρούς τε εἶναι καὶ μοχθηροὺς τὸν τρόπον· ὁ δὲ τοῦ Χριστοῦ δοῦλος ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος καλείσθω μᾶλλον, ἢ τοῦ παρὰ τῶν γονέων αὐτῷ τεθέντος ὀνόματος. Οὐ γὰρ οὕτως ἀγαπᾶται παρὰ τοῦ Θεοῦ τὸ τῶν ἀνθρώπων γένος, οὐκ ἀπὸ παρθενίας, οὐκ ἀπὸ νηστείας, οὐκ ἀπὸ τοῦ τῶν χρημάτων καταφρονεῖν, οὐκ ἀπὸ τοῦ προθύμως χεῖρα τοῖς δεομένοις ὀρέγειν, ὡς ἀπὸ τῆς ἡμερότητος καὶ τῆς τῶν ἠθῶν εὐταξίας· καίτοι καὶ τὸ προθύμως ἐπαρκεῖν τοῖς δεομένοις οὐκ ἄλλοθεν οὐδαμόθεν, ἀλλ᾽ ἀπὸ τῆς χρηστότητος περιγίνεται πᾶσι τοῖς τὸν Χριστὸν ἀγαπῶσι. Καὶ ὥσπερ ἐκ τῶν πηγῶν οἱ ῥύακες, οὕτως ἡ πρόνοια τῶν πτωχῶν ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος. Πᾶς γὰρ ἐπιεικής τε καὶ πρᾶος ῥᾳδίως εἰς φιλανθρωπίαν καθέλκεται, καὶ οὐκ ἀνάσχοιτο περιιδεῖν τοὺς ἐν ἐνδείᾳ καθεστηκότας, ἑαυτοῦ νομίζων συμφορὰν τὴν πενίαν τῶν ἄλλων.