ΠΡΟΟΙΜΙΑ ΤΩΝ ΨΑΛΜΩΝ. Μετὰ τὸν Μωϋσέα καὶ τὸν τούτου διάδοχον Ἰησοῦν τοῦ Ναυῆ, καὶ τοὺς λεγομένους κριτὰς ἐν τῷ Ἰσραὴλ, ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Ἰσραὴλ Σαοὺλ, καὶ ἀποδοκιμασθέντος. ἤγειρεν αὐτοῖς ὁ Θεὸς βασιλέα ἐνάρετον, δίκαιόν τε καὶ προφήτην, ὃς συνέταξε τὴν βίβλον Ψαλμῶν ρνʹ, ἐκ Πνεύματος ἁγίου κινούμενος, ἐμμέτρως κατὰ τὸ μέτρον τὸ ἴδιον τῆς ἰδίας γλώσσης, ἐμμελῶς μετὰ ῥυθμοῦ καὶ ὀργάνων διαφόρων καὶ ὀρχήσεων καὶ ᾠδῶν αὐτοὺς ᾄδων. Ἦν γὰρ οὗτος κατέχων κιθάραν, εἶχε δὲ καὶ διαφόρους χοροὺς ὑφ᾽ ἑαυτὸν μικρῶν προφητῶν· οὕτω γὰρ ἐκάλει τοὺς παραμένοντας τοῖς προφήταις· πολλάκις δὲ καὶ υἱοὺς προφητῶν αὐτοὺς ὠνόμασεν, ἐχόντων διάφορα ὄργανα, τοῦ μὲν κύμβαλα, τοῦ δὲ αὐλοὺς, τοῦ δὲ τύμπανα, τοῦ δὲ σάλπιγγας, τοῦ δὲ ψαλτήριον καὶ κιθάραν, τοῦ δὲ ᾠδοὺς τοὺς λεγομένους βουκολίους.