Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά κεφάλαια
Είδη κατηγορουμένων και υποκείμενο
Διάκριση της συνώνυμης και ομώνυμης κατηγορίας και ανάλυση του υποκειμένου σε σχέση με την ουσία, την ποιότητα και τον σκοπό.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Είδη κατηγορουμένων και υποκείμενο
Διάκριση της συνώνυμης και ομώνυμης κατηγορίας και ανάλυση του υποκειμένου σε σχέση με την ουσία, την ποιότητα και τον σκοπό.
Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας. Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Καὶ δέχεται ὁ ἄνθρωπος καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Καὶ ὁ ἄνθρωπος δὲ ἐπιδέχεται τὸν ὅρον τοῦτον· καὶ οὐσία γάρ ἐστιν ὁ ἄνθρωπος καὶ ἔμψυχος καὶ αἰσθητικός.
Ὁμώνυμος δέ ἐστι κατηγορία, ὅτε τὸ μὲν ὄνομα δέχεται, τὸν δὲ ὅρον οὐδαμῶς, οἷον ἡ εἰκὼν τοῦ ἀνθρώπου τὸ μὲν ὄνομα τοῦ ἀνθρώπου δέχεται, τὸν δὲ ὅρον τοῦ ἀνθρώπου οὐ δέχεται· ὁ γὰρ ὅρος τοῦ ἀνθρώπου ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἡ δὲ εἰκὼν οὔτε ζῷόν ἐστιν· οὐ γάρ ἐστιν ἔμψυχος οὔτε λογικὸν οὔτε νοῦ καὶ ἐπιστήμης δεκτικόν.
Χρὴ γινώσκειν, ὅτι, ὅσα κατηγορεῖται κατά τινος καθ᾽ ὑποκειμένου ἤγουν συνωνύμως, καὶ τοῦ ὑποκειμένου αὐτῷ κατηγορηθήσεται, οἷον τὸ ζῷον ὡς καθ᾽ ὑποκειμένου κατηγορεῖται τοῦ ἀνθρώπου ἤγουν συνωνύμως καὶ ὁ ἄνθρωπος τοῦ Πέτρου· ὑκόκειται γὰρ τῷ ἀνθρώπῳ ὁ Πέτρος. Κατηγορεῖται οὖν καὶ τοῦ Πέτρου τὸ ζῷον· καὶ ὁ Πέτρος γὰρ ζῷόν ἐστι.
Περὶ ὑποκειμένου. Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβεβηκόσιν· ἐν αὐτῇ γὰρ ἔχουσι τὸ εἶναι καὶ ἐκτὸς αὐτῆς οὐχ ὑφίστανται.
Τὸ δὲ πρὸς κατηγορίαν ὑποκείμενόν ἐστι τὸ μερικόν· ὑπόκειται γὰρ τὸ μερικὸν τῷ καθολικωτέρῳ πρὸς κατηγορίαν, ἐπειδὴ τὸ καθολικώτερον κατηγορεῖται τοῦ μερικωτέρου, ὡς τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Λέγεται δὲ τὸ μὲν καθόλου καθ᾽ ὑποκειμένου, τὸ δὲ μερικώτερον ὑποκείμενον πρὸς κατηγορίαν. Λέγεται δὲ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ, ἡ δὲ οὐσία ὑποκείμενον πρὸς ὕπαρξιν.
Περὶ τῆς ἐν τῷ τί ἐστι καὶ τῆς ἐν τῷ ποῖόν τί ἐστι κατηγορίας. Ἐν τῷ τί μέν ἐστι κατηγορία ἐστὶν ἡ τῶν γενῶν κατὰ τῶν εἰδῶν αὐτῶν κατηγορία τουτέστιν ἡ τὸ τί ἐστι τὸ ὑποκείμενον σημαίνουσα καὶ ἡ τῶν εἰδῶν δὲ κατὰ τῶν ἀτόμων αὐτῶν· ἐρωτώμενοι γὰρ ’τί ἐστιν ἄνθρωπος’ λέγομεν ‘ζῷον’ καὶ ἐρωτώμενοι ‘τί ἐστι Πέτρος’ λέγομεν ‘ἄνθρωπος’.
Ἡ δὲ ἐν τῷ ποῖόν τί ἐστι κατηγορία ἐστὶν ἡ τῶν διαφορῶν κατὰ τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν συμβεβηκότων κατὰ τῶν ἀτόμων, οἷς ἐνυπάρχουσι, τουτέστιν ἡ τὸ ποῖόν τί ἐστι τὸ ὑποκείμενον σημαίνουσα· ἐρωτώμενοι γὰρ ‘ὁποῖον ζῷον ὁ ἄνθρωπος’ φαμὲν ‘λογικὸν θνητόν’. Τὸ δὲ λογικὸν καὶ τὸ θνητὸν διαφοραί εἰσιν οὐσιώδεις. Πάλιν ἐρωτώμενοι ‘ὁποῖος ἄνθρωπός ἐστιν ὁ Πέτρος’ φαμὲν ‘μακρὸς τυχὸν ἢ κολοβὸς ἢ σιμὸς ἢ γρυπός’.
Τὸ δὲ διὰ τί ἐστι σημαίνει τὸ τέλος ἤγουν τὴν αἰτίαν, δι᾽ ἣν τὸ ζητούμενον γέγονεν· ἐρωτώμενοι γὰρ ‘διὰ τί κλίνη’ φαμὲν ‘διὰ τὴν τῶν ἀνθρώπων ἀνάπαυσιν’.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔