Ὁ δὲ κοσμικὸς ἔφη·
Τί οὖν; Ὅτι καὶ ἃ ἐγὼ εἶπον γέγραπται, ἆρα ἡ Γραφὴ ἀσύμφωνος ἑαυτῇ;
Ὁ ἀσκητὴς ἔφη·
Ἡ Γραφὴ οὐκ ἔστιν ἑαυτῇ ἀσύμφωνος, ἀλλ’ ἡμεῖς ἀμβλυωποῦμεν πρὸς τὴν τῆς ἀληθείας κατανόησιν. Ἐπειδὴ γὰρ οὐ πάντες ἀσεβεῖς ἄνθρωποι, οὐδὲ πάντες εὐσεβεῖς τυγχάνομεν, τούτου χάριν οὐ πᾶσιν ἀρέσκειν ὀφείλομεν, πλὴν τοῖς ἀγαθοῖς, ὁμοίως δὲ οὐδὲ πᾶσι ἀπαρέσκειν, πλὴν τοῖς πονηροῖς. Διὸ καὶ ὁ Κύριος τοῦτο φανεροποιῶν ἐν τοῖς Εὐαγγελίοις φησίν· «Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι.» Οὐ μόνον δὲ ἐν τούτοις, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς δοκοῦσι καλοῖς ἀνθρωπαρεσκεῖν ἡμᾶς κωλύει, ὅταν μὴ δι’ ἔλεγχον καὶ μίμησιν, ἀλλὰ δι’ ἔπαινον καί τινα ἀνταπόδοσιν ἐπιδεικνύομεν τὰ καλὰ τοῖς ἀνθρώποις. Καὶ εἰκότως. Εἰ γὰρ ἀνταποδόσεως ἕνεκεν σωματικῆς ἀρέσκειν τις τοῖς ἀνθρώποις βούλεται, οὐδὲν παρὰ Θεοῦ χάρισμα πνευματικὸν λαμβάνει, οὐδὲ τυγχάνει τῶν ἐκεῖθεν ἀνταποδόσεων, ἀπέχων τὸν μισθὸν αὐτοῦ, καθὼς καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐφανέρωσεν οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις· καὶ περὶ προσευχῆς, καὶ περὶ νηστείας, καὶ περὶ ἐλεημοσύνης ἐντελλόμενος, κρύπτειν αὐτὰ ἀπὸ τῶν ἀνθρώπων παρήγγειλεν.