قاری

کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔

براہِ راست کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب تلاش کریں۔

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἐπιστολαί

Μᾶρκος ὁ Εὐγενικός

Προοίμιο της επιστολής προς τον αυτοκράτορα Ιωάννη Παλαιολόγο

Εισαγωγή της επιστολής και προσφορά του εγκωμίου των τεσσάρων ανθέων ως δώρο προς τον αυτοκράτορα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 4

Ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ἐφέσου Μάρκου πρὸς τὸν εὐσεβέστατον βασιλέα Ἰωάννην τὸν Παλαιολόγον. Εἰς τὰ τέσσαρα τοῦ ἐνιαυτοῦ κάλλιστα ἄνθη ἐγκώμιον. <κθʹ>. Δῶρόν τι τοῦτο μικρὸν, ὦ μέγιστε βασιλεῦ, ἐκ τῶν τῆς ἐμῆς γεωργίας προσφέρω καθάπερ ἀπαρχήν τινα τῶν ἐμῶν πόνων. Εἰ γὰρ οἱ τὰ μεγάλα διὰ χειρὸς ἔχοντες μεγάλας ὀφείλουσι προσφέρειν τὰς ἀπαρχὰς, οὐδ’ οἱ μετὰ τῶν μικρῶν ἥκοντες ἐκβάλλεσθαι δίκαιοι μέχρις ἂν ἡ γνώμη τούτοις ᾖ δαψιλὴς, ἵνα μὴ πανταχῆ τὸ μικρὸν ἀτιμάζηται, καὶ ταῦτα θεῷ διαφερόντως ἔσθ’ ὅτε τιμώμενόν τε καὶ προτιμώμενον. Ἐγὼ δέ σοι καὶ τὸν περὶ αὐτοῦ λόγον ἐκ τῶν λογικῶν λειμώνων δρεψάμενος φέρω, καθάπερ ἡδύπνουν ἄνθος, οὐκ ἄχαριν, οἶμαι, τῇ σῇ θειότητι δόξοντα.