ΚΑΤΗΧΗΣΙΣ Λʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΡΟΕΣΤΩΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΕΥΧΗΣ ΕΖΕΚΙΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ Εὐλόγησον, πάτερ.
Ἀδελφοὶ καὶ πατέρες, μικρὰ τῇ παρελθούσῃ Κυριακῇ περὶ ἀρχομένων ὑπακοῆς βραχυλογήσαντες, ἀκόλουθον ἂν εἴη λοιπὸν μικρὰ καὶ περὶ ἀρχόντων εἰπεῖν, ἀρχόντων, φημί, καὶ μονήρους βίου καὶ κοσμικοῦ· ἔχει γὰρ ἡ ἀρχὴ τὸ πολυμέριμνον σύνοικον ἀεί, ἔχει δὲ καὶ τιμήν, εἰ καὶ μὴ μόνιμον, καί τινες μὲν χαυνωθέντες ἐντεῦθεν τῆς ἑαυτῶν παρημέλησαν σωτηρίας, ἄλλοι δὲ πάθεσί τισι προσεδέθησαν, ἄλλοι δὲ τοῦ ποιμνίου τοῦ ὑπ’ αὐτῶν ἀρχομένου σωτηρίας πρόνοιαν οὐκ ἐποιήσαντο, ὡς μὴ ἀκούσαντες τοῦ ἀπειλοῦντος· «Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ζητήσω τὰ πρόβατά μου ἐκ τῆς χειρὸς αὐτῶν». Τινὲς δὲ ἐκ τῆς προσκαίρου ταύτης εὐδαιμονίας καὶ τιμῆς τὴν αἰώνιον τεκμηράμενοι ὠφελήθησαν· ἕτεροι δὲ τῷ ὕψει τῶν ἡμερῶν τῆς προσκαίρου εὐδαιμονίας συναπαχθέντες, καὶ αὐτὸ τῆς ἀναστάσεως τὸ μυστήριον δυσηπίστησαν, ὅπερ καὶ ὁ δίκαιος πέπονθεν Ἐζεκίας, βασιλεὺς τῆς Ἰουδαίας, ὡς αὐτὸς λέγει· «ἐγὼ εἶπα», φησίν, «ἐν τῷ ὕψει τῶν ἡμερῶν μου», ἤγουν τῆς βασιλείας μου, πορεύσομαι «ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα», ἤγουν θανοῦμαι καὶ ἀπελεύσομαι ἐν πύλαις καὶ ταμείοις ᾅδου καὶ διὰ τὸ μὴ εἶναι βίον ἄλλον καὶ ἀνάστασιν καὶ ζωὴν «καταλείψω ἐκεῖσε τὰ ἔτη τὰ ἐπίλοιπα», ἤγουν διὰ παντός. «