Ταῦθ’ ὁ ἡμέτερος λόγος ὁ πενιχρὸς προσάγειν ἔχει τῷ βασιλεῖ, τὴν αἱρετὴν ὑποταγὴν πιστούμενος καὶ τὴν εὔνοιαν. καὶ ὅς, ἱλαρῶς προσδεδεγμένος καὶ εὐμενῶς, ἅμα δὲ παρὰ τῶν ὀλβιωτέρων εἰσπεπραχὼς τὰ μείζω καὶ τελεώτερα, δίκαιος ἂν εἴη τῷ τῆς ψυχῆς ἐναποθεῖναι μετὰ σπουδῆς ταμιείῳ καὶ κατέχειν καὶ ἄσυλα συντηρεῖν, τὰς πύλας ἀσφαλῶς ἁρμοσάμενος, κλείθροις συσχών, προσερείσας μοχλοῖς, καρτεροὺς καὶ ἀνυστάκτους φυλακτῆρας ἐπιστησάμενος, καὶ οὕτω λοιπὸν πλοῦτον ἀποθησαυρίσας βασιλικῆς μεγαλειότητος ἄξιον, ἀπολαύειν αὐτοῦ πολυτελῶς καὶ αὐτοκρατορικῶς, μεταδιδόναι τε μεγαλοπρεπῶς, ἀμειώτως καὶ πρὸς ἐπαύξησιν—ἔστι γάρ, ἔστι τοῦτο, καὶ μάλιστα τῷ δαψιλεῖ καὶ φιλοτίμῳ—τῆς τῶν καλλίστων ἀπολαύσεώς τε καὶ μεταδόσεως· κἀντεῦθεν ἔργῳ καὶ λόγῳ παριστᾶν ἑαυτὸν τὴν κρατίστην εὐδαιμονίαν εὑράμενον καὶ τὴν ταύτην κεκληρωμένην μακαριότητα.