Ἔργον
Νικηφόρος Βλεμμύδης – Τυπικόν
Η διά της επικλήσεως μεταβολή των αντιτύπων
Περιγράφεται η μετάβαση από τα προσφερόμενα είδη στο αληθινό δεσποτικό σώμα και αίμα, καθώς και η αναγκαιότητα της χρήσης του κεκραμένου οίνου.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Η διά της επικλήσεως μεταβολή των αντιτύπων
Περιγράφεται η μετάβαση από τα προσφερόμενα είδη στο αληθινό δεσποτικό σώμα και αίμα, καθώς και η αναγκαιότητα της χρήσης του κεκραμένου οίνου.
Ἀλλὰ τὸ μὲν θυμίαμα τύπος ὄν, μένει τύπος, ὁ δ’ ἄρτος, ἱερουργούμενος μὲν ἔστι, καὶ ἀντὶ τοῦ δεσποτικοῦ σώματος τῷ θυσιαστηρίῳ προκείμενος, ἀντίτυπος ἐκείνου κατὰ τοῦτον τὸν λόγον εἴρηται, καὶ ὁ οἶνος, τοῦ αἵματος, μετὰ δὲ τὴν ἱερωτάτην καὶ φρικωδεστάτην τῆς τελεσιουργίας ἐπίκλησιν καὶ τὴν ἐπ’ αὐτοῖς σημείωσιν τοῦ σταυροῦ τὴν τριττήν, ὑπερβαίνουσι τὸ ἀντίτυπον, καὶ εἰς αὐτὴν τὴν ἀποικεστάτην τελειότητα φθάνουσιν, ὁ μὲν ἄρτος, εἰς αὐτὸ τὸ σῶμα τοῦ Κυρίου μεταποιούμενος ὑπὲρ αἴσθησιν, ὁ δὲ τῷ ὕδατι κεκραμένος οἶνος, εἰς αὐτὸ τὸ αἷμα τοιουτωτρόπως τοῦ αὐτοῦ Κυρίου καὶ Θεοῦ. 3. Τοίνυν ὅτιπερ οἶνος οὐκ ἄκρατος, ἡ τῶν θείων ἱεροτελεστῶν ἀκριβολογουμένη δυάς, οἶνον αὐτὸν οὐκ ὠνόμασαν, ἀλλὰ δι’ ὧν εἴποσαν, αὐτὸ τὸ συνήθως ἡμῖν πινόμενον, δεδηλώκασιν, οἶνον δηλονότι μεθ’ ὕδατος. Ἐπεὶ γὰρ τὸ ποτήριον δύο τινὰ παρὰ μέρος δηλοῖ, καὶ γὰρ καὶ αὐτὸ τὸ πινόμενον, ποτήριον λέγεται, καὶ πάλιν τὸ σκεῦος ἐν ᾧ τὸ πινόμενον, ποτήριον ἐκάλεσεν ἡ συνήθεια, τὰ δύο τῆς τοιαύτης φωνῆς, οἱ δύο πατέρες ἑαυτοῖς διεμερίσαντο σημαινόμενα, καὶ ὁ μὲν εἷς, τῷ περιεχομένῳ προσήρμοσε τὴν φωνήν, ἅτερός δε τῷ περιέχοντι. Τὸν μὲν οὖν ἄρτον, καὶ ἄμφω διαρρήδην ἄρτον εἰρήκεσαν, θάτερον δὲ τῶν προκειμένων, εἰπεῖν οἶνον οὐκ ἐδοκίμασαν, τὴν τοῦ ἀκράτου προαναιροῦντες ὑπόνοιαν. 4.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔