Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ὀνειροκριτικόν
Πρώτο παράρτημα: Ερμηνείες ονείρων (Ο έως Ω)
Ολοκλήρωση του πρώτου παραρτήματος με τις συμπληρωματικές ερμηνείες των συμβόλων από το Όμικρον έως το Ωμέγα.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Πρώτο παράρτημα: Ερμηνείες ονείρων (Ο έως Ω)
Ολοκλήρωση του πρώτου παραρτήματος με τις συμπληρωματικές ερμηνείες των συμβόλων από το Όμικρον έως το Ωμέγα.
Ο Ὀδόντα ῥίψαι καὶ πάλιν ἄλλον φῦναι κέρδος παριστᾷ καὶ χαρὰν παρ’ ἐλπίδα. Ὀδοὺς πεσὼν ἐξ αὑτοῦ οὐ καλὸν τόδε. Ὀμιχλοειδὴς ὄψις ἐμποιεῖ ζάλην. Ὀρυζοτραφεὶς κέρδος εὑρεῖν προσδόκα. Ὁρωμένη πορφύρα σημαίνει νόσον.
Ὄφεις ἀναιρῶν τοὺς ἐναντίους νόει. Ὀφθαλμὸς οὐ μέγιστος εἰς ζωὴν ἄγει. Ὄφις θεαθεὶς ἐν κλίνῃ, εὐπραγία.
Π Πᾶσαί τε μίξεις πρόξενοι μακρῶν πόθων. Πέρδικα κρατῶν θῆλυ κατέχειν νόει. Πετᾶν καθ’ ὕπνους μηνυτικὸν ἀξίας. Πηγὴ διαυγὴς τῆς ψυχῆς λύει λύπας. Πίπτων οὐρανὸς οὐκ ἀγαθὰ μηνύει. Πόδας κρατεῖσθαι ταῖς πέδαις ὄχλον φέρει.
Πράσα τε καὶ κρόμυα δηλοῦσι λύπας. Πῦρ μὴ καπνῶδες ἀγαθὴν ἔχει κρίσιν.
Ρ Ῥάβδων ἐρεισμοὶ ἀνάπαυσιν μηνύει. Ῥάβδων δὲ τύψιν χρημάτων λῆψιν νόει. Ῥῆξις ἡμέρου θαλάσσης χρηστὸν πάνυ. Ῥῆξις θαλάσσης ἀγρίας δηλοῖ λύπας.
Σ Σάρκας μελαίνειν οὐ καλὸν πᾶσι τόδε. Σὰρξ ἐμβραχεῖσα λύπας ὄντως μηνύει. Σαυτὸν βλέπων πλούσιον ὑπάρξεις πένης. Σκότει καθεύδειν δύσφορον. πᾶσι πέλει. Στολὴν ἐρυθρὰν εἰς καλὴν πρᾶξιν φέρει.
Τ Τρέχειν καθ’ ὕπνους εὐσθενεῖς ποιεῖ τύχας.
Υ Ὕδωρ πιὼν εἰς κέρδος ἐλθεῖν προσδόκα. Ὕμνους ἀκούων γειτόνων μάχας νόει.
Χ Χειρὸς πετασθεὶς κίρκος, ἄρχουσι βλάβη. Χλωρὰν πόαν κρατῶν τις εἰς καλὸν φέρει. Χρυσὸν κρατῶν ἄπρακτος ὧν βούλει τύχῃς.
Ψ Ψύλλας θεωρῶν δυσμενεῖς ὁρᾶν δόκει. Ψευδεῖς ὀνείρους ἀκράτου ποιεῖ πόσις.
Ω Ὠιὰ δὲ φαγεῖν ὀφθὰ πρὸς πλοῦτον φέρει.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔