Οὐχ’ ὁρᾷς, θεοφιλέστατε βασιλεῦ, τὸ ἔργον οὐ πρέπον θεῷ; διὸ παρακαλῶ, βασιλεῦ θεοσεβέστατε καὶ μισοπόνηρε, πᾶσαν πλάνην ἐλέγχων τῷ ἐν σοὶ ζήλῳ θεοῦ ἐν ἀληθείᾳ διὰ στερεᾶς σου νομοθεσίας μετὰ προστίμου ὁριζομένης εἰ δυνατόν—πιστεύω δὲ ὅτι ἐὰν θέλῃς ἐν θεῷ, δύνασαι—, ὅπως τὰ βῆλα, ὅπου ἐὰν εὑρεθῇ ἔχοντα ψευδῶς μέν, ὅμως δέ, ἢ ἀποστόλων ἢ προφητῶν ζωγραφίας ἢ αὐτοῦ τοῦ κυρίου καὶ Χριστοῦ, ταῦτα πάντα συλλεγέντα ἀπὸ ἐκκλησιῶν ἢ βαπτιστηρίων ἢ οἰκιῶν ἢ μαρτυρίων εἰς ταφὴν πτωχῶν προχωρήσεις, τὰ δὲ ἐν τοίχοις διὰ χρωμάτων λευκανθῆναι, τὰ δὲ ἐν μουσαρίῳ προληφθέντα γραφῆναι. ἐπειδὴ δὲ δυσχερές ἐστιν τὸ τοιοῦτον ἀνασκεύασμα, ἐν τῇ δοθείσῃ σοι ὑπὸ τοῦ θεοῦ σοφίᾳ εἰδέναι πῶς προστάξεις· εἰ μὲν δυνατὸν ταῦτα ἀνασκευασθῆναι, εὖ ἂν ἔχοι· εἰ δὲ ἀδύνατον, ἀρκεσθῆναι τοῖς προγεγονόσιν καὶ μηκέτι τινὰ ζωγραφεῖν οὕτως. καὶ γὰρ οἱ ἡμέτεροι πατέρες οὐδὲν ἄλλο ἔγραφον εἰ μὴ τὸ σημεῖον τοῦ Χριστοῦ τὸν σταυρὸν ἐν ταῖς ἑαυτῶν θύραις καὶ πανταχοῦ. τί οὖν πρὸς ταῦτα φήσει τις ἢ ὅτι Σοφία μωροῦ ἀδιεξέταστοι λόγοι, καθὰ γέγραπται, καὶ Ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν τὰ ἄνομα καὶ τοῦ λαλεῖν πρὸς κύριον πλάνησιν.