καὶ εἴης μοι διὰ πάσης ἰδέας κατορθωμάτων ἐπίσημος καὶ περίβλεπτος· ἄκρος μὲν σύνεσιν, μνήμην δ’ ἀσφαλής· ἡδὺς ἐν λόγοις, τοὺς τρόπους ἡδύτερος· ἐράσμιος ἐντυχεῖν, τοῖς ἀεὶ συνοῦσιν ἐρασμιώτερος· κράτιστος τὸ παρὸν κρῖναι καὶ ἀγαγεῖν εἰς διάταξιν, ὀξὺς τὸ μέλλον ἰδεῖν, προμηθὴς φυλάξασθαι· ἕτοιμος μεγάλας αὐτουργῆσαι πράξεις, ἑτοιμότερος τὸ κατορθωθὲν διασώσασθαι· δεινὸς μὲν τὸ συμφέρον κρύπτειν, κρείττων δὲ λανθάνειν, δεινότερος δὲ φωρᾶσαι τοὺς ἐπηρεάζοντας· φοβερὸς μὲν τοῖς πολεμίοις, ποθεινὸς δὲ τοῖς ὑπηκόοις, ἀμφοῖν δὲ κοινὸς τὸ αἰδεῖσθαι καὶ θαυμάζεσθαι· κρείττων ἡδονῶν, ἥττων σωφροσύνης· ὀργῆς κύριος, πραότητος φίλος· ταχὺς θηρεῦσαι τὸ δίκαιον, ἀδέκαστος διανεῖμαι· γνώμην εὐσταθής, ταῖς ὑποσχέσεσι βέβαιος· γενναῖος ἐν φόβοις, ἄτολμος πρὸς πᾶσαν παρανομίαν, καὶ μηδεμίαν ῥᾳστώνην καρτερίας καὶ καλῶν πόνων ἀνταλλασσόμενος· εὐεργετεῖν πρόθυμος, κολάζειν ὀκνηρός· φιλίας ἐραστής, ἔχθρας πολέμιος· ἐλέους πηγή· οἰήσεως μείζων, ταπεινοφροσύνης ἐλαττούμενος· ὑπερόπτης πλούτου, πενίας ἐπίκουρος· ἀλήθειαν τιμῶν, ψεύδει μὴ σπενδόμενος· ἀταπείνωτος οὐκ εὐδοκιμῶν, εὐδοκιμῶν δὲ οὐ φυσιούμενος· γλώσσης αὐτοκράτωρ, ἀκοῆς φύλαξ· ἁφῆς καὶ τῆς ἄλλης αἰσθήσεως ἀδυσώπητος ἐπιστάτης καὶ μηδενὶ πάθει ἐνδιδοὺς μηδὲ τοῖς ἐρεθισμοῖς κηλούμενος τῶν ὀρέξεων.