قاری

کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔

براہِ راست کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب تلاش کریں۔

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγος κγ΄ (ἐκλογαί)

Μακάριος ὁ Αἰγύπτιος

Η θεμελίωση των αρετών και η πνευματική παιδαγωγία δια των πειρασμών

Αναλύεται η πεποίθηση στον Θεό ως θεμέλιο της αρετής και η παιδαγωγία της ψυχής μέσω της πνευματικής αγαλλίασης και των θλίψεων από την επενέργεια του πονηρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 1 από 3

XXIII. Exzerptfassung C Nr. 32b f. 133v18—134r13 — R Nr. 30a f. 139v1—13 (setzt ein mit S. 116,10) — J Nr. 19. Vgl. zu Nr. XXIII Tbr 5 Vbr 12 Ὁ γὰρ τοῦ θεοῦ ἄνθρωπος εἰς ἕκαστα τῶν ἀγαθῶν ἀεὶ προκοπὴν λαμβάνει εἰς ταπεινοφροσύνην εἰς χρηστότητα εἰς μακροθυμίαν· ἡ δὲ πάντων τούτων κρηπὶς ἡ πεποίθησίς ἐστιν ἡ εἰς θεόν. οἱ γὰρ τοιοῦτον θεμέλιον μὴ ἔχοντες οὕτως εἰσὶν ὡς οἱ οἰκοδομοῦντες οἶκον ἄνευ θεμελίου· ὥσπερ γὰρ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀνδραγαθήσαντες ὑπέταξαν τοὺς ἐχθροὺς αὐτῶν ἐν τῷ σωματικῷ πολέμῳ, ὑπόδειγμα λάβωμεν εἰς ἑαυτοὺς εἰς τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον, οὕτω γενναῖοι καὶ μεγαλόψυχοι οἱ τοῦ Χριστοῦ ἀληθινοὶ πολεμισταί. ὥσπερ ὁ φαινόμενος κόσμος χάριτι καὶ δικαιοσύνῃ διοικεῖται, χάριτι μὲν ἐπὶ πλήθει καρπῶν, δικαιοσύνῃ δὲ ἔν τε λιμῷ καὶ λοιμῷ, οὕτω καὶ ἡ ψυχὴ ἡ βουλομένη τὸν ἄνω τῆς θεότητος κόσμον κληρονομῆσαι ὑπὸ τῆς χάριτος πολυτρόπως διοικεῖται καὶ ποτὲ μὲν ἐν εὐφροσύνῃ τοῦ πνεύματος ἀγαλλιᾶται, ποτὲ δὲ παραδίδοται πειρασμοῖς καὶ θλίψεσι τοῦ πονηροῦ πνεύματος, ἵνα οὕτω πυρωθεῖσα δόκιμος ἀποκαταστῇ.