ἔθηκεν εἰς αὐτὴν διάνοιαν, λογισμούς, θέλημα, νοῦν ἡγεμόνα, ἐνθρονίσας ἐν αὐτῇ καὶ ἄλλην τινὰ πολλὴν †ἔχουσα ἐν αὐτῇ† λεπτότητα. ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον τὸ ἐν ῥοπῇ ἔρχεσθαι καὶ τοῖς φρονήμασιν διακονεῖν αὐτῷ ἔνθα τὸ πνεῦμα βούλεται, καὶ ἁπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην τοῦ γενέσθαι αὐτὴν νύμφην καὶ κοινωνικὴν ἑαυτοῦ, τοῦ αὐτὸν μετ᾽ αὐτῆς κεκρᾶσθαι καὶ εἰς «ἓν πνεῦμα» μετ᾽ αὐτοῦ αὐτὴν γενέσθαι, ὥς φησιν· «ὁ κολλώμενος τῷ κυρίῳ» εἰς «ἓν πνεῦμά ἐστιν».}} Οὔτε γὰρ σοφοὶ διὰ τῆς σοφίας οὔτε φρόνιμοι διὰ τῆς φρονήσεως αὐτῶν ἠδυνήθησαν καταλαβεῖν ψυχῆς λεπτότητα ἢ εἰπεῖν περὶ αὐτῆς ὡς ἔστιν, εἰ μὴ μόνον οἷς διὰ τοῦ πνεύματος ἀποκαλύπτεται ἡ κατάληψις καὶ γνῶσις ἀκριβὴς περὶ ψυχῆς γνωρίζεται. ἀλλ᾽ ἐνταῦθα θεώρει καὶ διάκρινον καὶ συνετῶς ἄκουσον· οὗτος θεὸς αὕτη οὐ θεός, οὗτος κύριος αὕτη δούλη, οὗτος κτίστης αὕτη κτίσμα, οὗτος ποιητὴς αὕτη ποίημα. οὐδὲν κοινὸν τῆς αὐτοῦ καὶ αὐτῆς φύσεως τυγχάνει, ἀλλὰ διὰ τὴν ἄπειρον καὶ ἄρρητον καὶ ἀνεννόητον ἀγάπην καὶ εὐσπλαγχνίαν αὐτοῦ ηὐδόκησε τοιοῦτον ποίημα καὶ κτίσμα νοερὸν καὶ τίμιον καὶ ἐξαίρετον ποιῆσαι, ὥς φησιν ἡ γραφή· «εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν ἑαυτοῦ κτισμάτων», εἰς τὴν ἑαυτοῦ συνάφειαν καὶ τὴν ἑαυτοῦ κοινωνίαν, εἰς ἴδιον «κατοικητήριον», εἰς ἰδίαν τιμίαν καὶ καθαρὰν νύμφην.