ὅπερ γάρ τις ἔχει νῦν, αὐτὸ προέρχεται ἔξω τότε, «οὗτος, φησίν, μὴν πρῶτος ἔσται ὑμῖν 〈ἐν〉 τοῖς μησὶ τοῦ ἐνιαυτοῦ»· οὗτος χαρὰν προσφέρει πάσῃ τῇ κτίσει, οὗτος ἀμφιέννυσι τὰ γυμνὰ δένδρα, οὗτος τὰς πόας ἀνατέλλει, οὗτος πᾶσι τοῖς ζῴοις χαρὰν προσφέρει τὴν γῆν διανοίγων, οὗτος πρῶτος τὴν ἱλαρότητα πᾶσι δείκνυσιν, οὗτος ἐστὶ τῶν Χριστιανῶν μὴν πρῶτος Ξανθικός, ὅς ἐστιν ὁ τῆς ἀναστάσεως καιρός, ἐν ᾧ δοξασθήσονται τὰ σώματα αὐτῶν διὰ 〈τοῦ ἀπὸ τοῦ νῦν ὄντος ἐν αὐτοῖς φωτὸς ἀρρήτου (τουτέστι〉 τῆς δυνάμεως τοῦ πνεύματος), ὅπερ ἔσται αὐτοῖς τότε ἔνδυμα, βρῶσις, πόσις, ἀγαλλίασις, χαρά, εἰρήνη, ἄμφιον καὶ τὸ πᾶν ζωὴ αἰώνιος. πᾶσα γὰρ καλλονή, λαμπρότης 〈καὶ〉 ὡραιότης οὐράνιος εἰς αὐτοὺς τὸ πνεῦμα τῆς θεότητος, ὅπερ ἀπὸ τοῦ νῦν δέξασθαι καταξιώθησαν, τότε γίνεται. πῶς τοίνυν οὐκ ὀφείλει τις ἀγωνίσασθαι καὶ πιστεύσαι καὶ σπουδάσαι ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ καὶ προσδοκῆσαι ἐν ἐλπίδι καὶ ὑπομονῇ πολλῇ νῦν καταξιωθῆναι τὴν ἐξ οὐρανοῦ δύναμιν λαβεῖν καὶ δόξαν τοῦ ἁγίου πνεύματος ἔνδον ἐν τῇ ψυχῇ, ἵνα τότε λυομένων τῶν κτισμάτων ἔχῃ τι αὐτὸν ἀμφιάσει καὶ ζωοποιήσει; «εἴγε (φησὶν) καὶ ἐκδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα, καὶ ζωοποιήσει (φησὶ) τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν».