قاری

کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔

براہِ راست کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب تلاش کریں۔

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν γένεσιν τοῦ ἁγίου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο και ο έπαινος του Προδρόμου από τον Χριστό

Εισαγωγή στο εγκώμιο του Ιωάννη του Βαπτιστή, με αναφορά στην αδυναμία του ανθρώπινου λόγου και υπενθύμιση των επαίνων που δέχθηκε από τον ίδιο τον Κύριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 5

ΕΙΣ ΤΟ ΓΕΝΕΣΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΒΑΠΤΙΣΤΟΥ αʹ. Ἀηδόνι τινὶ πολυφώνῳ εὔηχα κελαδούσῃ περὶ τὰς ἐαρινὰς ὥρας ἐοικὼς ἡμῖν ὁ λόγος, εὗρεν ἂν τάχα ἐκ μικροῦ ἀνυμνῆσαι τὴν μεγάλην φωνὴν τῆς ἀληθείας σήμερον ἀποκυουμένην· ἐπεὶ δέ ἐστιν ἰσχνοεπὴς καὶ δύσφωνος ἄγαν, πῶς ὑμνήσει τὸ μέγα τῶν προφητῶν κλέος; πῶς αἰνέσει τὸ ἐξαίρετον τῶν ἀποστόλων γέρας; πῶς δοξάσει τὸ ξένον τῶν μαρτύρων σέβας; Καί μοι σκοπητέον τοῦτο, ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἁγίων ἄλλος ἄλλου διείληφε τὰ ἐγκώμια, ὑψηλὸς ὑψηλοῦ, καὶ μετρίου μετριώτερος, τοῦ δὲ νῦν εὐφημουμένου πρὸ τῶν ἄλλων, αὐτὸς Χριστὸς ὁ Θεὸς ἡ ἀλήθεια· φησὶ γάρ· «Μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται».

Ἐπεὶ οὖν τοσοῦτον περίεστιν ὁ ἔπαινος τῷ μεγάλῳ Προδρόμῳ ἀνυπέρβλητος ἐκ τοῦ ἀνωτάτω Λόγου, μή τι ἄρα ἐνδεής ἐστι τῆς ἡμετέρας βραχυλογίας. ὦ φιλακροάμονες; Ἄπαγε· ἀλλὰ δουλικὸν ἀποτιννύντες χρέος, καὶ πατρικὸν ἀποπληροῦντες ἐπίταγμα, καὶ ὡς ἁγιασθησόμενοι ἐκ μόνης τῆς περὶ τὸν Πρόδρομον ὑπομνήσεως, τὸ τολμηρὸν ἡμῶν ἐπιδεικνύμεθα.