[Περὶ τοῦ διακόνου]
[ληʹ.] Ἐὰν εἰσφέρῃ λόγον ἢ ἀπόκρισιν, ἢ εἴδη παρὰ τῶν ἕξω, ἢ παρὰ τῶν συγγενῶν τοῖς ἀδελφοῖς, ἀφοριζέσθω ἤγουν κατακλειέσθω ἡμέραν αʹ:— [λθʹ.] Ἐὰν ἐν ταῖς ἀγωρασίαις, ἢ ἐν ταῖς πράσεσι διαμάχεται ἢ παροξύνεται ἢ ὅρκον ποιῆται, καὶ μὴ μέχρι δευτέρας καὶ τρίτης φωνῆς ποιε̣ῖ̣ται τήν τε πράσιν καὶ τὴν ἀγορασίαν, μετανοίας νʹ καὶ ρʹ:— [μʹ. Ἐ]ὰν μὴ μετὰ προσηκούσης εὐλαβείας ποιῆται τὰς ἀπὸ τοῦ μοναστηρίου ἐξόδους, ὥστε μετὰ εὐχῆς περιπατεῖν, [καὶ στι]χολογεῖν, μὴ περιβλεπόμενος εἰς γυναικίας ὄψεις, ἢ εἰς [ἄλλα] ἀνωφελῆ, ἵνα τὸ ὅσον ἐπ’ αὐτῷ δοξάζηται ὁ Θεὸς διὰ [τῆς τῶν] ὁρώντων ὠφελείας, ξηροφαγείτω, ἢ ἀφοριζέσθω ἡμέραν αʹ:—