Περὶ τῆς ἁγίας μεγάλης Μʹ.
λʹ. Ἐν δὲ τῇ ἀγίᾳ καὶ μεγάλῃ Τεσσαρακοστῇ μονοσιτοῦμεν, πλὴν Σαββάτου καὶ Κυριακῆς· ἐσθίομεν δὲ τῇ πρώτῃ καὶ τῇ μέσῃ ἑβδομάδι μονοτρόπως, ἤγουν φάβα ἐξεστόν, καὶ ἁλμαίαν χωρὶς ἐλαίου, καὶ ἰσχάδας ἀνὰ εʹ, καὶ εἰ τύχοι κάστανα, καὶ ἀπίεφθα, καὶ δαμασκηνά· τῇ δὲ βʹ ἑβδομάδι, καὶ γʹ, καὶ εʹ, καὶ ϛʹ ἐσθίομεν οὕτως· κόκκους ἐξεστούς, καὶ ἁλμαίαν εἰς τὰ σκουτέλλια, καὶ μαγειρίαν ὄσπριον μετὰ καρίου τριπτοῦ· ὀπώρας δὲ ἢ ἰσχάδας ἐν ταύταις οὐ τρώγομεν· πᾶσαν δὲ τὴν ἁγίαν μʹ εὔκρατον πίνομεν, χωρὶς τῶν ἀσθενούντων ἢ γερόντων· τὸ δὲ εὔκρατον συνίσταται ἔκ τε πιπέρεως καὶ κυμίνου καὶ ἀνίσου θερμοῦ. Τῇ δὲ ἁγίᾳ βʹ, καὶ τρίτῃ, καὶ δʹ, καὶ εʹ, καὶ ϛʹ, τὰ βρώματα ταύτης πρώτης ἑβδομάδος πίπτουσιν· τῇ δὲ ἁγίᾳ εʹ ἐσθίομεν μίαν μαγειρίαν ὄσπριον μετὰ καρύου τριπτοῦ, καὶ ζεστὰ κουκία· πίνομεν δὲ καὶ πρὸς ἔνκρασιν· τῷ δὲ ἁγίῳ Σαββάτω ὥρᾳ ἑνδεκάτῃ ἄρχεται τὸ λυχνικόν· καὶ ὅπου σώσει ἡ ἀπόλυσις, ἐσθίομεν δὲ τυρὸν καὶ ἰχθῦς καὶ ὠά· καὶ πίνομεν ἀνὰ γʹ.