In Psalmum XXXVI, 1—2 Ἀστερίου
Οὕτως ἐπεγράφη ἐπειδὴ θαυμαστὴν νουθεσίαν περιέχει ὁ ψαλμός, ὥς τινος ἐρωτήσαντος· Καὶ τίνος αὕτη παραίνεσις; Καὶ ἡ νουθεσία ἄρα ἔχει τὸ αἰδέσιμον καὶ τὸ ἀξιόπιστον ἀπὸ τοῦ λέγοντος, ἐπειδὴ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτως τοῖς λεγομένοις ὅσον τοῖς λέγουσι προσέχουσιν. Καὶ τούτου μάρτυς ἡ γραφή· 〈Πλούσιος ἐλάλησεν, καὶ πάντες ἐθαύμασαν καὶ τὸν λόγον αὐτοῦ ὕψωσαν ἕως τῶν νεφελῶν. Πτωχὸς δ᾽ ἐλάλησεν καὶ εἶπαν· Τίς ἐστιν οὗτος; Ἐφθέγξατο σύνεσιν, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.〉 Ἐπεὶ οὖν οἱ λόγοι καὶ ἀπὸ τῶν λεγόντων ἔχουσιν τὸ ἀξιόπιστον, ἵνα πλέον ἡ παραίνεσις ὥσπερ νόμος φυλαχθῇ, δηλοῖ ὁ παράκλητος διὰ τῆς ἐπιγραφῆς τίνος ἡ νουθεσία· 〈Τοῦ Δαυίδ,〉 τοῦ προφήτου καὶ βασιλέως, τοῦ ἱεροψάλτου, τοῦ ἐπαινέτην ἔχοντος τὸν ἑαυτοῦ ποιητήν, ᾧ ἀρκεῖ πρὸς ἔπαινον ἡ τοῦ θεοῦ μαρτυρία λέγοντος· 〈Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.〉 Ἐπεὶ οὖν πάντα τὰ θελήματα τοῦ θεοῦ ἐποίησεν, εὔδηλον ὅτι καὶ ἃ νῦν παρῄνεσεν πρῶτον ἐποίησεν. 〈Ὃς γὰρ ἂν ποιήσῃ οὕτως καὶ διδάξῃ, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.〉 Ἀκούσωμεν τοίνυν τί φησιν· 〈Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.〉