Ἔργον
Ἀστέριος Ἀμασείας – Εἰς τὸν καλὸν Σαμαρείτην (Νόθος)
Ο διάλογος με τον νομικό περί της εντολής της αγάπης
Εξετάζεται η συζήτηση του Χριστού με τον νομικό σχετικά με τον νόμο της αγάπης και αναλύεται η έννοια του αληθινού πλησίον.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ο διάλογος με τον νομικό περί της εντολής της αγάπης
Εξετάζεται η συζήτηση του Χριστού με τον νομικό σχετικά με τον νόμο της αγάπης και αναλύεται η έννοια του αληθινού πλησίον.
Εἰς τὸ Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ Πρὸς ὃν καί φησι· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὑπομιμνήσκων αὐτὸν τὴν πρὸς θεὸν καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην, μόνον οὐχὶ λέγων ὡς εἰ μὲν θεὸς ἐγώ σοι δοκῶ, ὀφείλεις μοι τὴν ἀγάπην· εἰ δ’ ἀπιστεῖς καὶ ὅμοιον σοὶ νομίζεις ἐμὲ ψιλὸν ἄνθρωπον, καὶ οὕτω τὸ ἀγαπᾶν χρεωστεῖς κατὰ τὸν νόμον.
Ἀδελφοὺς καλοῦμεν ἐκείνους, οἳ ἐξ ἑνὸς ἔφυσαν σπέρματος καὶ μιᾶς γαστρός. Οἱ δὲ τὸν αὐτὸν ἔχοντες ποιητὴν καὶ μίαν μητέρα τὴν γῆν ἀφ’ ἧς διεπλάσθημεν, καὶ ψυχῆς ἀξίωμα παραπλήσιον, εὐσεβείας δὲ καὶ πολιτείας ἵνα θεσμόν, καὶ τὴν ἐλπίδα τοῦ μέλλοντος τὴν αὐτήν, πῶς οὐ πάσης ἀδελφότητος καὶ συγγενείας ἐσμὲν ἀλλήλων ἐγγύτεροι; Ὅταν ἄνθρωπον ἴδῃς, σαυτὸν ὁρᾷς ἐν ἐκείνῳ. Δεῖ οὖν καὶ τὰ ἐκείνου θεωροῦντα πάθη, λιμόν, δίψαν, γυμνότητα, τὴν ἄλλην ἔνδειαν καὶ τὰς νόσους καὶ τοὺς ἄλλους πειρασμοὺς ὡς οἰκεῖα πάθη καὶ συμφορὰς οἰκτείρειν. Πολλοὺς ἔγνωμεν ἐπὶ μὲν τῶν λόγων ὁμολογήσαντας προκινδυνεύειν, ἐπὶ δὲ τῆς πείρας ψευσαμένους τὴν εὔνοιαν.
Ὁ μὲν σωτὴρ ἡμῶν οὕτως ἠγάπησε τὸ ἴδιον ποίημα, οὐχ ὡς ἑαυτόν, ἀλλ’ ὑπὲρ ἑαυτόν· ἡμῖν δὲ τὸ ἔλαττον ἐγκελεύεται, ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, τὴν ὑπερβολὴν ἀφελών, ἵνα μὴ βαρεῖαν ποιήσῃ καὶ δυσήνυτον τὴν ἐντολήν.
著作
文本
在新窗口中打开相关段落。