Ἔργον
Ἀστέριος Ἀμασείας – Εἰς τὸν Ζακχαῖον (Νόθος)
Ο Ζακχαίος ως γνήσιος υιός του Αβραάμ
Ερμηνεία της πνευματικής συγγένειας του Ζακχαίου με τον Αβραάμ βάσει της πίστεως, της μιμήσεως και των έργων.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ο Ζακχαίος ως γνήσιος υιός του Αβραάμ
Ερμηνεία της πνευματικής συγγένειας του Ζακχαίου με τον Αβραάμ βάσει της πίστεως, της μιμήσεως και των έργων.
Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι. Πῶς οὖν ἐκ τοῦ Ἀβραὰμ ὁ ἐξ Ἱεριχὼ τῆς Χανανίτιδος; Τί κοινὸν Ἀβραὰμ εἰς γένος καὶ Χαναναίοις; Ἢ δῆλον ὡς εἰ καὶ μὴ τῇ σαρκὶ ἦν υἱὸς Ἀβραάμ, ἀλλὰ τοῖς ἤθεσιν καὶ τοῖς ἔργοις ἅμα τῷ πλησιάσαι τῷ Χριστῷ τῶν ἐκ σπλάγχνων προελθόντων τοῦ πατριάρχου μακρῷ γνησιώτερος παῖς καὶ γένονε καὶ ἐπεγνώσθη.
Οὕτω καὶ ὁ ἀπόστολος υἱὸν ἐκάλεσε τὸν Ἐλύμαν τοῦ διαβόλου, καὶ ὁ κύριος ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ τοῖς Ἰουδαίοις εἶπεν. Καὶ ὁ Ζακχαῖος οὖν, ἐπειδὴ τὴν Ἀβραὰμ ἐμιμήσατο πίστιν, ὡς γὰρ ἐκεῖνος κληθεὶς ἀφῆκε τὴν πατρίδα, οὕτως καὶ οὗτος τὸ τελωνεῖον καὶ τὸν ἐκεῖθεν κατέλιπε πλοῦτον.
Εἰκότως υἱὸς Ἀβραὰμ ἀνακεκήρυκται διά τε τὴν πίστιν καὶ τὸ περὶ τὰ χρήματα μεγαλόψυχον καὶ ἁπλῶς τὴν τοῦ τρόπου ὁμοιότητα.
著作
文本
在新窗口中打开相关段落。