Εὐχὴ καὶ τὸν Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς τὸν βίον ὑπέστρεψεν καὶ πρὸ τοῦ Ἐζεκίου τὸν ἥλιον.
Μικρὸν γὰρ ἐν παρέργῳ πρὸς ἐκεῖνον ὁρᾶτε, ὅτι δοῦλός ἐστι καὶ δοῦλος χρείαις ὁμοδούλων ὑπηρετῶν. Ποτὲ μὲν γάρ, ἵνα Ἰησοῦς ὁ τοῦ Μωϋσέως διάδοχος ἐπεξέλθῃ εἰς τέλος τῇ τοῦ πολέμου εὐημερίᾳ καὶ τὴν νίκην τελειοτέραν ἐργάσηται, ἔστη ὁ ἥλιος, ἵνα μὴ δύνῃ ταχέως, ἀλλὰ τῇ στάσει μακρύνῃ τὸν χρόνον. Ἐπὶ δὲ τοῦ Ἐζεκίου ἀναλύεται καὶ πανταχοῦ ὡς οἰκέτης πρὸς ἣν ἂν κληθῇ μεθαρμόζεται χρείαν. Εἰ αὐτεξούσιός ἐστι, μὴ λάμψῃ· εἰ ἐλεύθερος δεσποτείας ὑπάρχει, στήτω τῆς τεταγμένης κινήσεως· εἰ κύριος ἑαυτοῦ ὑπάρχει, νῦν ποιησάτω χειμῶνα ἢ ἐν χειμῶνι δειξάτω θέρος. Ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστιν· ἀνάγκαις γὰρ ἀλύτοις ἐνδέδεται ὁ φωστήρ, νόμῳ δουλεύει τοῦ κτίσαντος, ἀπαράβατος αὐτῷ τέτακται ῥυθμὸς τῶν κινήσεων. Καὶ ὥσπερ ὁ ἄνθρωπος τεταγμένῳ νόμῳ γεννᾶται καὶ φθείρεται, εἰσέρχεται εἰς τὸν βίον καὶ πάλιν ἀναχωρεῖ, οὕτως δὴ κἀκεῖνος ἀνίσχει καὶ δύεται, λάμπει φαιδρῶς καὶ τῇ βαθείᾳ νεφέλῃ καλύπτεται καὶ τοῖς ζῳδίοις ἐγχρονίζει χρόνον ὡρισμένον καὶ προθεσμίαν ἀπαράβατον.