Ὅτι τοῦ θεοῦ ἐστι τὸ πρόσταγμα φανερόν, διὸ προσετάττετο· ἐπειδὴ γὰρ παραδοξάζειν ἠβούλετο μεταξὺ τῶν αἰγυπτίων, καὶ αὐτῶν τῶν υἱῶν ἰσραήλ, πρὸ τοῦ ἀπελθεῖν εἰς αἴγυπτον, δίδωσιν αὐτοῖς τὴν περιτομήν· ἵνα φανερὸν ᾖ τὸ γένος πᾶσι τοῖς ἀνθρώποις· καὶ γενομένους πάλιν αὐτοὺς ἐν τῇ ἐρήμῳ, οὐκ ἀπῄτει τὴν περιτομήν· μόνοι γὰρ ἦσαν αὐτοί. καὶ οὐκ ἦν ὁ ἀναμιγνύμενος· ὅτε δὲ ἔμελλεν ἀναμίγνυσθαι ἑτέροις ἔθνεσιν, πάλιν βούλεται αὐτοὺς περιτέμνεσθαι· ἵνα φανερὸν ᾖ τὸ ἔθνος τοῖς οἰκείοις αὐτῶν. καὶ τότε λέγει τῷ ἰησοῦ λαβεῖν μαχαίρας πετρίνας καὶ περιτέμνειν αὐτούς· τοῦτο οὐκ ἀργῶς, ἀλλὰ συμβολικῶς· ἡ γὰρ πέτρα ἐστὶν ὁ χριστός· ἐν ᾧ περιτεμνώμεθα, οὐ τὴν σάρκα τῆς ἀκροβυστίας· εἰ δὲ μὴ συμβολικῶς ἐγίνετο ταῦτα, διὰ τί μὴ σιδήρῳ περιετέμνοντο, ἀλλὰ πέτραις; ζακχαίος εἶπεν: Ἵνα δειχθῇ τὰ μεγαλεῖα τοῦ θεοῦ· ὅτι καὶ πέτραις ἠδυνήθησαν περιτμηθῆναι: ἀθανάσιος: Ἔτι πλέον ἐδείκνυτο, εἰ λόγῳ ψιλῷ περιτμηθέντες ἦσαν ἄνευ ὕλης τινός· ἵνα δὲ γνῷς ὅτι ἡ περιτομὴ οὐ δικαιοῖ· νῶε ἄνθρωπος δίκαιος καὶ θεοσεβὴς ἦν ἄνευ τῆς περιτομῆς, ἐνὼχ μετετέθη ὡς γέγραπται ἀπερίτμητος ὤν: ζακχαίος εἶπε: Πόθεν γάρ μοι ἔχεις δεῖξαι, ὅτι ἀπερίτμητοι ἦσαν;