阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὰ βαΐα

Μέγας Αθανάσιος

Πνευματική προϋπάντηση και καταληκτήρια δοξολογία

Προτροπή προς τους πιστούς να αποβάλουν τους ρυπαρούς λογισμούς για την πνευματική υποδοχή του Κυρίου και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 3

καὶ οἱ μὲν προπορευόμενοι, οἱ δὲ ἀκολουθοῦντες ἔκραζον ἅμα τοῖς ἀπειροκάκοις παισὶν ἐπινίκιόν τινα ὕμνον λέγοντες· «ὠσαννὰ τῷ υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» διὸ καὶ ἡμεῖς ἀποθέμενοι πάντα λογισμὸν ῥυπαρὸν καὶ αἰσχρὰς ἐνθυμήσεις καὶ τὴν ἐν πανουργίᾳ πονηρίαν ἀπειρόκακον ἔννοιαν ἀναλαβόντες ἅμα τοῖς παισὶν ἐκείνοις μετὰ φαιδρῶν τῶν λαμπάδων ἀπαντήσωμεν τῷ σωτῆρι Χριστῷ, τῷ ἀληθινῷ θεῷ ἡμῶν. καὶ τοῖς μὲν βαΐοις νικητὴν αὐτὸν τοῦ θανάτου κηρύξωμεν, τοῖς δὲ τῶν ἐλαιῶν κλάδοις τὸν ἐλεήμονα καὶ ἀγαθὸν ἱκετεύσωμεν λέγοντες· «εὐλογημένος ὁ ἐλθὼν καὶ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» εὐλογημένος ὁ ἐλθὼν κατ᾽ οἰκονομίαν καὶ «δι᾽ ἡμᾶς πτωχεύσας πλούσιος ὤν, ἵνα καὶ ἡμεῖς τῇ σῇ πτωχείᾳ πλουτήσωμεν.» ἐρχόμενος δὲ μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.