Ἔργον
Μέγας Αθανάσιος – Εἰς τὴν ἀνάστασιν καὶ εἰς τοὺς νεοφωτίστους
Προτροπή προς τους κατηχουμένους
Έντονη προτροπή προς τους κατηχουμένους να εγκαταλείψουν την αναβλητικότητα και να προσέλθουν στα μυστήρια της Εκκλησίας.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προτροπή προς τους κατηχουμένους
Έντονη προτροπή προς τους κατηχουμένους να εγκαταλείψουν την αναβλητικότητα και να προσέλθουν στα μυστήρια της Εκκλησίας.
Διὰ ταῦτα ἄνθρωπος γέγονεν ἵνα κρύψας λαθὼν τὸν πολέμιον ἐλευθερώσῃ τὸν αἰχμάλωτον. Ἃ μὲν ἐκέρδαινον οἱ νεοφώτιστοι, εἰρήκαμεν, ἀγαπητοί· ἔτι δὲ γαλακτοτροφουμένους ἐπιστῆσαι τῇ τραπέζῃ δεῖ· καιρὸς γὰρ παντὶ πράγματι πρὸς ἀναγκαιοτέρων πραγμάτων κατάστασιν. Ζήλωσον τούτους, ὦ κατηχούμενε, καὶ μὴ ἀγαπήσῃς τὴν δουλείαν, μὴ μείνῃς ἐν τοῖς δεσμοῖς τῆς ἁμαρτίας, μὴ χρονίσῃς ἐν τῇ αἰχμαλωσίᾳ. Κάτελθε λοιπὸν ἀπὸ τῶν ὤμων τῆς μητρός σου καὶ πρόσελθε τῇ στερεᾷ τροφῇ.
Καλεῖ σε ὁ θεός· ἐπάκουσον. Ἆρα οὐκ ἀρκεῖ σοι πρὸς λύπην, ἐν τῷ μέλλειν ἡμᾶς μυσταγωγεῖσθαι τὴν σωτήριον ἡμῶν οἰκονομίαν, ἔξω βάλλεσθαί σε ὡς ἀλλότριον; Προσκυνεῖς Χριστὸν καὶ οὐκ οἶδας τὰ τοῦ Χριστοῦ. Πλουτεῖς τοῖς τοῦ Χριστοῦ καὶ οὐ νοεῖς τὸν θησαυρόν. Πρόκειταί σοι τροφὴ καὶ πεινᾷς.
著作
文本
在新窗口中打开相关段落。