Πάλιν ἐπὶ τὸ προκείμενον βαδιοῦμεν, ὀρθὴν καὶ ἀκλινῆ τὴν ὁδὸν τῆς πίστεως ἀναδεικνύντες. Ἐμοὶ μὲν γὰρ τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Οὗτος ὁ Θεὸς εἰσῆλθε διὰ τῆς ἀκοῆς τῆς Παρθένου ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε, προῆλθε τεχθεὶς ὡς ἠβουλήθη· εἰσῆλθεν ἀσώματος ὡς ἠθέλησεν· ἐκυοφορήθη ὁ ἀχώρητος ἐν χωρητικῷ σκεύει, ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκονομικῶς, ὡς ηὐδόκησε. Προῆλθε τεχθεὶς Θεὸς καὶ ἄνθρωπος, ὡς ἐβουλήθη. Ἐγένετο ὃ οὐκ ἦν, ἔχων ἀναλλοιώτου οὐσίας ὃ ἦν. Θεὸς γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καίτοι γε τοῦ Ἀποστόλου λέγοντος· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός.» Τοῦτον τὸν Υἱὸν ἐξαπέστειλεν ὁ Θεὸς γενόμενον ἐκ γυναικὸς, τὸν ἐκ τῆς ἀχράντου φύσεως γεννηθέντα, τὸν ἐκ τῆς ἀφράστου οὐσίας προελθόντα, τὸν τῶν πατρικῶν κόλπων οὐκ ἀπαλλοτριωθέντα, τὸν τοῦ βασιλικοῦ θρόνου μὴ χωρισθέντα, ἀλλὰ ἰδίως τῷ Πατρὶ συνθρονεύοντα καὶ συγκαθεζόμενον, οὐκ ἐν χάριτι, ἀλλ᾽ ἐν θεϊκῇ φύσει καὶ πατρικῇ οὐσίᾳ. Πῶς γὰρ κεχώρισται, φράσον μοι, αὐτοῦ λέγοντος, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν· «Ὁ Πατήρ μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα;»