Ἔργον
Μέγας Αθανάσιος – Εἰς τὸ Ἐπορευομένου αὐτοῦ
Ηθική προτροπή, τριαδολογική ομολογία και τελική δοξολογία
Συμπερασματική παραίνεση για την άσκηση της αρετής, τριαδική ομολογία πίστεως και κατακλείδα με απόδοση αίνου στον Θεό.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ηθική προτροπή, τριαδολογική ομολογία και τελική δοξολογία
Συμπερασματική παραίνεση για την άσκηση της αρετής, τριαδική ομολογία πίστεως και κατακλείδα με απόδοση αίνου στον Θεό.
Ταῦτα δέ εἰσι τὰ ἠθικὰ παιδεύματα ὡς προείπομεν. χαίρουσιν οὖν οἱ μαθηταὶ χαρὰν μεγάλην. καὶ γὰρ κατὰ ἀλήθειαν χαρᾶς ἐστιν ἄξιον μεγάλης ἐπὶ τούτοις πᾶσιν, οἷς ὁ Ἰησοῦς ἐπιδημήσας εὐεργέτησε τὴν ἀνθρωπότητα. ἐπιμεληθῶμεν οὖν καὶ ἡμεῖς τῶν τῆς διανοίας ὀφθαλμῶν καὶ γενώμεθα μαθηταὶ τῆς σοφίας, ὅπως ἴδωμεν τὰς δυνάμεις τὰς καθ᾽ ἑκάστην ὥραν διακονούσας τῷ Ἰησοῦ. τηλικούτων οὖν ἀγαθῶν καταξιωθέντες χαίρωμεν καὶ ἡμεῖς χαρὰν μεγάλην, διότι κατηξίωσεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐπιδημῆσαι πρὸς ἡμᾶς καὶ παθεῖν ὑπὲρ ἡμῶν. ἀνέστη τριήμερος ἐκ τῶν νεκρῶν σκυλεύσας τὸν ᾅδην, τὸν ἐχθρὸν καταπατήσας, τῆς θλιβούσης ἡμᾶς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας. διὸ καὶ «συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις,» «ἐν δεξιᾷ τῆς μεγαλωσύνης» τοῦ πατρός, «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν ἀνῆλθεν αὐτὸς ὁ Χριστὸς» «αἰωνίαν λύτρωσιν εὑράμενος.» εἴπωμεν οὖν καὶ ἡμεῖς μεγάλῃ τῇ φωνῇ· «ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» προσκυνήσωμεν οὖν πατέρα σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι· τρεῖς μὲν ὑποστάσεις κηρύττοντες μίαν θεότητα ὁμολογοῦντες. ἀρετὴν προτιμήσωμεν, ἀγαπητοί, καὶ τοὺς ὑπὲρ ταύτης πόνους ἑκουσίως ἀσπασώμεθα· ἐγκράτειαν ἀσκήσωμεν, τῶν πτωχῶν μνημονεύσωμεν.
οὕτω γὰρ διάγοντες καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
著作
文本
在新窗口中打开相关段落。