καὶ γὰρ εἴ τις βούλεται εὑρεῖν τὴν ἑαυτοῦ ψυχὴν ἐκτὸς κολάσεως, ἀπολέσει αὐτὴν πρὸς τὸ παρόν, ἵνα Χριστὸν κερδήσῃ· τὸ δὲ ἀπολέσαι ἐνταῦθα διδάσκει ὁ σωτήρ, οὐχ ἵνα ἀπώλειαν τῇ ψυχῇ ἑαυτῶν περιποιησώμεθα, ἀλλ᾽ ἵνα ἐν καιρῷ μαρτυρίου μὴ φεισώμεθα χρημάτων, μὴ κτημάτων, μὴ τέκνων, μὴ γονέων, μὴ σώματος, μηδὲ αὐτῆς τῆς ψυχῆς· ἀλλὰ παραδῶμεν ἑαυτοὺς μέχρι θανάτου, ἵνα, ὡς προεῖπον, εὕρωμεν τὴν ψυχὴν ἑαυτῶν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. οὕτω γὰρ καὶ ὁ σωτὴρ διδάσκων ἔλεγεν· «ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ἢ τέκνα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος» καὶ «ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.» Εἴ τις οὖν βούλεται εὑρεῖν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτὴν ἐν τῷ νῦν καιρῷ. χρὴ τοίνυν ἀπολέσθαι ἐν ἡμῖν τὴν κακίαν, ἵνα ζητήσαντες τὴν ἀρετὴν εὕρωμεν αὐτήν. ἐὰν γὰρ μή τις παύσηται ὀργῆς, πῶς πραότητα μελετήσει; ἐὰν μή τις ἀπολέσῃ ἀφ᾽ ἑαυτοῦ τὴν πορνείαν, πῶς σωφροσύνην ἐπαγγέλλεται; πρῶτον μὲν γὰρ ἀπολέσθαι προσήκει ἐν ἡμῖν πᾶσαν φιλαργυρίαν καὶ εἰδωλολατρίαν καὶ εἶθ᾽ οὕτω ζητῆσαι ἀκτημοσύνην καὶ θεοσέβειαν. «ἐζήτησα» γὰρ φησὶν «ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ εὗρον αὐτὸν καὶ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς τὸ ταμίειον τῆς συλλαβούσης με.»