阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἀμοῦν

Μέγας Αθανάσιος

Προοίμιο: Η αγαθότητα της δημιουργίας και τα τεχνάσματα του πονηρού

Εισαγωγή στην επιστολή με αναφορά στην καθαρότητα όλων των έργων του Θεού και στις προσπάθειες του διαβόλου να ταράξει τους ασκητές με λογισμούς ακαθαρσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΜΜΟΥΝ ΜΟΝΑΖΟΝΤΑ Α Περὶ γονορρυοῦς. Πάντα μὲν καλὰ καὶ καθαρὰ τὰ τοῦ θεοῦ ποιήματα· οὐδὲν γὰρ ἄχρηστον ἢ ἀκάθαρτον ὁ τοῦ θεοῦ πεποίηκε λόγος· ‘Χριστοῦ γὰρ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις’ κατὰ τὸν ἀπόστολον.

Ἐπειδὴ δὲ ποικίλα καὶ πολύτροπα τὰ τοῦ διαβόλου βέλη, καὶ τοὺς ἀκεραιοτέρους τῇ γνώμῃ παρασκευάζει ταράττεσθαι, κωλύει τε τῆς συνήθους γυμνασίας τοὺς ἀδελφούς, ὑποσπείρων αὐτοῖς λογισμοὺς ἀκαθαρσίας καὶ μολυσμοῦ, φέρε διὰ βραχέων καὶ τὴν τοῦ πονηροῦ πλάνην ἀπελάσωμεν τῇ τοῦ σωτῆρος ἡμῶν χάριτι, καὶ τὴν τῶν ἁπλουστέρων γνώμην στηρίξωμεν. ‘Πάντα μὲν γὰρ καθαρὰ τοῖς καθαροῖς, τῶν δὲ ἀκαθάρτων καὶ ἡ συνείδησις καὶ τὰ πάντα μεμόλυνται’.