Ἔργον
Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Δρακόντιον
Εορτασμός του Πάσχα και επίλογος της επιστολής
Άμεση προτροπή για επιστροφή ενόψει της εορτής του Πάσχα, τελικές εκκλήσεις για ανάληψη του ποιμαντικού έργου και αναφορά στους κομιστές της επιστολής.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εορτασμός του Πάσχα και επίλογος της επιστολής
Άμεση προτροπή για επιστροφή ενόψει της εορτής του Πάσχα, τελικές εκκλήσεις για ανάληψη του ποιμαντικού έργου και αναφορά στους κομιστές της επιστολής.
Ἔξεστι γὰρ καὶ οὕτως, καὶ ἐκείνως οὐ κεκώλυται. Ἀλλὰ πανταχοῦ τις ἀγωνιζέσθω· καὶ γὰρ ὁ στέφανος οὐ κατὰ τόπον, ἀλλὰ κατὰ τὴν πρᾶξιν ἀποδίδοται. Οὐκοῦν μὴ ἀνέχου τῶν ἕτερα παρὰ ταῦτα συμβουλευόντων, ἀλλὰ μᾶλλον ἐπείγου, καὶ μὴ μέλλε· μάλιστα ὅτι καὶ ἡ ἁγία ἑορτὴ ἐγγίζει, ἵνα μὴ χωρὶς σοῦ οἱ λαοὶ τὴν ἑορτὴν ποιήσωσι, καὶ μέγαν κίνδυνον ἐπισπάσῃ κατὰ σαυτοῦ. Τίς γὰρ αὐτοῖς εὐαγγελίσεται τὸ Πάσχα μὴ παρόντος σου; Τίς αὐτοῖς τὴν ἡμέραν ἀναγγελεῖ τῆς ἀναστάσεως, κρυπτομένου σου; Τίς αὐτοῖς συμβουλεύσει δεόντως ἑορτάζειν, φεύγοντός σου; Ὢ πόσοι μὲν ὠφεληθήσονται παραγενομένου σου, πόσοι δὲ βλαβήσονται φεύγοντός σου! Καὶ τίς ἐπὶ τούτοις ἀποδέξεταί σε; Καὶ διὰ τί συμβουλεύουσί σοι μὴ ἀντιλαμβάνεσθαί σε τῆς ἐπισκοπῆς, αὐτοὶ θέλοντες ἔχειν πρεσβυτέρους; Εἰ γὰρ φαῦλος τυγχάνεις, μὴ συνέστωσάν σοι· εἰ δὲ ἐπιτήδειον εἶναί σε ἐπιγινώσκουσι, μὴ φθονείτωσαν τοῖς ἄλλοις· εἰ γὰρ τὸ διδάσκειν καὶ προΐστασθαι πρόφασίς ἐστιν ἁμαρτίας κατ᾽ ἐκείνους, μὴ διδασκέσθωσαν αὐτοὶ, μηδὲ πρεσβυτέρους ἐχέτωσαν, ἵνα μὴ χείρους ἑαυτῶν γένωνται αὐτοί τε καὶ οἱ διδάσκοντες αὐτούς.
Ἀλλὰ μὴ πρόσεχε τούτοις τοῖς ἀνθρωπίνοις ῥήμασι, μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων, καθὰ πολλάκις προεῖπον· σπεῦδε δὲ μᾶλλον καὶ ἐπίστρεφε πρὸς τὸν Κύριον, ἵνα, τῶν προβάτων αὐτοῦ φροντίζων, μνημονεύσῃς καὶ ἡμῶν. Τούτου δὲ χάριν προετρεψάμην ἐλθεῖν τοὺς ἀγαπητοὺς ἡμῶν Ἱέρακα τὸν πρεσβύτερον, καὶ Μάξιμον τὸν ἀναγνώστην· ἵνα καὶ διὰ λόγων σε προτρέψωνται, καὶ μαθεῖν δυνηθῇς ἐκ τούτου τήν τε διάθεσιν ἣν ἔχων ἔγραψα, καὶ τὸν ἐκ τοῦ ἀντιλέγειν τῇ ἐκκλησιαστικῇ διατάξει κίνδυνον.
著作
文本
在新窗口中打开相关段落。