阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἰωάννην καὶ Ἀντίοχον πρεσβυτέρους

Μέγας Αθανάσιος

Προτροπή για εμμονή στην πατερική παράδοση

Αναφορά στην εκκλησιαστική κατάσταση στα Ιεροσόλυμα, προειδοποίηση κατά των νεωτερισμών και προτροπή για τη διαφύλαξη της ορθόδοξης ομολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ἐχάρην δεξάμενος ὑμῶν καὶ νῦν ἐπιστολὴν, ὅτι μάλιστα ἀπὸ Ἱεροσολύμων ἐγράψατε· καὶ χάριν ὑμῖν ἔχω, ὅτι ἐδηλώσατε περὶ τῶν ἀδελφῶν, τῶν ἐκεῖ συναγομένων, καὶ περὶ τῶν βουλομένων προφάσει ζητημάτων ταράττειν τοὺς ἀκεραίους. Ἀλλὰ περὶ μὲν τούτων παραγγελλέτω ὁ Ἀπόστολος, Μὴ προσέχειν τοῖς λογομαχοῦσι, καὶ μηδὲν ἕτερον ζητοῦσιν ἢ λέγειν τι καινὸν καὶ ἀκούειν. Ὑμεῖς δὲ, ἔχοντες τὸν θεμέλιον ἀσφαλῇ, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὁ Κύριος ἡμῶν, καὶ τὴν τῶν Πατέρων περὶ τῆς ἀληθείας ὁμολογίαν, τοὺς πλέον τι ταύτης ἢ ἔλαττον λαλεῖν θέλοντας ἀποστρέφεσθε, καὶ μᾶλλον τῆς τῶν ἀδελφῶν ὠφελείας γίνεσθε, εἰς τὸ φοβεῖσθαι τὸν Θεὸν, καὶ τὰς ἐντολὰς τηρεῖν· ἵνα καὶ ἐκ τῆς διδασκαλίας τῶν Πατέρων, καὶ ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως δυνηθῶσιν εὐάρεστοι τῷ Κυρίῳ φανῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.