οἶδε ταῦτα καὶ ὁ στρατηγὸς τῆς πόλεως Γοργόνιος· ἐκεῖ γὰρ ἦν. οὐ μικρὸς γὰρ ἔλεγχος τῆς τοιαύτης πολεμικῆς ἐφόδου τὸ ἐν τῷ κυριακῷ καταλιπεῖν τὰ παρὰ τῶν εἰσελθόντων ὅπλα καὶ βέλη καὶ ξίφη· μέχρι γὰρ νῦν ἐκρεμάσθη ἐν τῇ ἐκκλησίᾳ, ἵνα μηδὲ ἀρνήσασθαι δυνηθῶσι. καὶ γὰρ πολλάκις ἀπέστειλε τὸν τῆς τάξεως Δυνάμιον καὶ τὸν στρατηγὸν θέλων αὐτὰ ἆραι· καὶ τέως οὐ συνεχωρήσαμεν, ἕως πᾶσι γνωσθῇ. εἰ μὲν οὖν πρόσταγμά ἐστι διώκεσθαι ἡμᾶς, ἕτοιμοι πάντες μαρτυρῆσαι, εἰ δὲ μὴ ἔστι τοῦ Αὐγούστου πρόσταγμα, ἀξιοῦμεν τὸν ἔπαρχον τῆς Αἰγύπτου Μάξιμον καὶ τοὺς πολιτευτὰς πάντας ἀξιῶσαι αὐτὸν μηκέτι τοιαῦτα ἐπιχειρῆσαι. ἀξιοῦμεν δὲ καὶ ταύτην ἡμῶν τὴν δέησιν ἀνενεχθῆναι, ἵνα μὴ ἄλλον τινὰ ἐπίσκοπον ἐπιχειρήσωσιν εἰσαγαγεῖν ὧδε. μέχρι γὰρ θανάτου ἑστήκαμεν αὐτὸν ἐπιθυμοῦντες τὸν αἰδεσιμώτατον Ἀθανάσιον, ὃν ἐξ ἀρχῆς ὁ θεὸς ἡμῖν δέδωκε κατὰ διαδοχὴν τῶν πατέρων ἡμῶν, ὃν καὶ αὐτὸς ὁ εὐσεβέστατος Αὔγουστος Κωνστάντιος μετὰ γραμμάτων καὶ ὅρκων ἀπέστειλε. πιστεύομεν γάρ, ὅτι, ἐὰν μάθῃ ἡ εὐσέβεια αὐτοῦ, ἀγανακτήσει μὲν ἐπὶ τοῖς γενομένοις, οὐδὲν δὲ παρὰ τοὺς ὅρκους ποιήσει, ἀλλὰ καὶ πάλιν κελεύσει τὸν ἐπίσκοπον ἡμῶν Ἀθανάσιον μένειν μεθ᾽ ἡμῶν.