Ἔργον
Μέγας Αθανάσιος – Περὶ σώματος καὶ ψυχῆς
Η θέση και η ενέργεια της ψυχής μέσα στο σώμα
Εξέταση της κατοικίας της ψυχής στα ζωτικά σημεία του σώματος και της ικανότητάς της να ζωοποιεί και να φωτίζει τον άνθρωπο.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η θέση και η ενέργεια της ψυχής μέσα στο σώμα
Εξέταση της κατοικίας της ψυχής στα ζωτικά σημεία του σώματος και της ικανότητάς της να ζωοποιεί και να φωτίζει τον άνθρωπο.
Ἂν θέλῃς δοκιμάσαι μαθεῖν παρά τινος, πῶς διάκειται ἡ ψυχὴ ἐν τῷ σώματι, ἐρώτησον αὐτόν· Εἰπέ μοι, ἐν ὅλῳ τῷ σώματι κατοικεῖ ἡ ψυχὴ τοῦ ἀνθρώπου, ἢ ἐν ἑνὶ τόπῳ; Καὶ ἐὰν εἴπῃ σοι ὅτι ἐν ὅλῳ τῷ σώματι, εἰπὲ αὐτῷ· Καὶ πῶς τέμνουσι τὴν χεῖρα, ἢ τὸν πόδα τοῦ ἀνθρώπου, καὶ οὐ κόπτεται ἡ ψυχὴ, ἀλλὰ πάλιν ζῇ ὁ ἄνθρωπος καὶ οὐκ ἀποθνήσκει; Εἰ δὲ εἴπῃ σοι, ὅτι ἐν ἑνὶ τόπῳ, εἰπὲ αὐτῷ ὅτι, Καὶ πῶς εἰσι τὰ ἄλλα μέλη τοῦ ἀνθρώπου χωρὶς ψυχῆς; Πᾶν γὰρ τὸ μὴ ἔχον ψυχὴν νεκρόν ἐστι, καὶ οὐκ οἶδα τί λέγεις. Ἐγὼ δὲ εἴπω σοι ἐν ποίῳ τόπῳ, καὶ ποίῳ τρόπῳ, καὶ ποῦ ἀναπαύεται ἡ ψυχή· ἐν τρισὶ τόποις ἀναγκαίοις τοῦ σώματός ἐστιν ἐνιδρυμένη· καὶ ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου ἀεὶ ἕνα τόπον χωρεῖ, καὶ εἰσέρχεται τὸν οἶκον, φωτίζει δὲ πάντα τὸν οἶκον, οὕτω καὶ ἡ ψυχὴ ἐν τρισὶ τόποις τοῦ σώματος κατοικοῦσα φωτίζει τὸν οἶκον ὅλον τοῦ σώματος. Κατοικεῖ δὲ ἐν τῇ καρδίᾳ, τῷ ὄπισθεν μέρει τῆς κεφαλῆς, ὅπερ κότυλον ὀνομάζουσι, καὶ ἐν ταῖς βασιλικαῖς φλέβαις. Ἐν τούτοις τοῖς τρισὶ μέρεσι κατοικεῖ ἡ ψυχή. Διὰ τοῦτο ᾗ ὥρᾳ κρουσθῇ ἡ κεφαλὴ, ἢ ἡ καρδία, ἢ ἡ βασιλικὴ φλὲψ ἐκρεύσῃ αἷμα πολὺ, καὶ εὐθὺς χωρίζεται τοῦ σώματος ἡ ψυχὴ, καὶ νεκρὸν τὸ σῶμα εὑρίσκεται. Κατοικοῦσα δὲ ἡ ψυχὴ, ἐν τοῖς τρισὶ μέρεσι, μεταδίδωσιν ὅλῳ τῷ σώματι τῆς οἰκείας φωτισμοὺς δυνάμεως.
著作
文本
在新窗口中打开相关段落。