Ἔργον
Μέγας Αθανάσιος – Περὶ τῆς μοναχικῆς πολιτείας
Κανόνες συναναστροφών, εγκράτεια και παραμονή στο κελί
Πρακτικές οδηγίες σχετικά με την επιλογή φίλων, τις προσκλήσεις σε γεύματα, την αποφυγή της πολυφαγίας και τη σταθερή παραμονή στο κελί.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Κανόνες συναναστροφών, εγκράτεια και παραμονή στο κελί
Πρακτικές οδηγίες σχετικά με την επιλογή φίλων, τις προσκλήσεις σε γεύματα, την αποφυγή της πολυφαγίας και τη σταθερή παραμονή στο κελί.
Ἐὰν φίλους ἔχῃς, φεῦγε τούτων τὰς συνεχεῖς συντυχίας· διὰ μακροῦ γὰρ αὐτοῖς συντυγχάνων εὐχάριστος ἔσῃ. Ἐὰν δὲ κατανοήσῃς διὰ τούτων αὐτῶν βλάβην σοι γινομένην, μηδόλως ἐγγίσῃς· φίλους γὰρ ἔχειν σε χρὴ τοὺς ὠφελίμους καὶ συλλαμβανομένους τῇ σῇ πολιτείᾳ. Φεῦγε τῶν πονηρῶν ἀνδρῶν καὶ μαχίμων τὴν συντυχίαν· μηδενὶ τούτων συνοικήσῃς· ἀλλὰ γὰρ καὶ τὰς φαύλας αὐτῶν προθέσεις παραιτοῦ.
Ἄνδρες εἰρηνικοὶ ἀδελφοὶ, καὶ πνευματικοὶ πατέρες ἅγιοι, ἔστωσαν φίλοι σοι. Μὴ μετὰ περισπωμένων συναυλίζου, μηδὲ συμπόσιον ἔχῃς μετ᾽ αὐτῶν· μήποτέ σε περὶ τὰς ἑαυτῶν ἀπάτας ἑλκύσωσι, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ἐπιστήμης ἀπαγάγωσιν. Ἐὰν δέ τις τῶν κατὰ τὴν ἀγάπην τοῦ Θεοῦ πορευομένων, ἐλθὼν πρὸς σὲ, ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί σε, καὶ θέλῃς ὑπάγειν, ὕπαγε μὲν, τάχιον δὲ ἐν τῷ κελλίῳ σου ὑπόστρεφε. Εἰ δυνατὸν, ἐκτὸς τοῦ κελλίου σου μὴ κοιμηθῇς ἔξω· ἵνα διὰ παντός σοι παραμένῃ ἡ τῆς ἡσυχίας χάρις, καὶ τῆς ἐν αὐτῇ προθέσεως ἀνεμπόδιστον ἕξεις τὴν λατρείαν. Μὴ γίνου ἐπιθυμητὴς βρωμάτων καλῶν· ἡ γὰρ σπαταλῶσα ψυχὴ, ζῶσα τέθνηκε. Μὴ χορτάσῃς τὴν κοιλίαν σου βρώματα διάφορα, ἵνα μὴ πόθος σοι τούτων γένηται, καὶ περὶ τραπέζης ἐμποιήσῃ σοι τὸν πόθον. Εἴρηται γὰρ μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας. Ἐὰν δὲ καὶ συνεχῶς ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλούμενον, παραιτοῦ. Ἔστιν ἐπιζήμιος ἡ ἔξω τοῦ κελλίου σου συνεχὴς διατριβὴ, ἀφαιρεῖται τὴν χάριν, σκοτίζει τὸ φρόνημα, μαραίνει τὸν πόθον.
著作
文本
在新窗口中打开相关段落。