ἔτι καλεῖ, ἔτι σώζει, ἔτι φωτίζει, ἔτι νουθετεῖ—ὁ χθὲς προσκυνῶν γυναῖκα γυμνὴν νῦν ὁμολογεῖ θεόν—καὶ διαμαρτυρῶν φωτίζει καὶ διὰ εἰρήνης παιδεύει καὶ διὰ διωγμῶν στηρίζει καὶ διὰ σταυροῦ νενίκηκεν καὶ διὰ θανάτου ἔσωσεν καὶ διὰ κατάρας ἐλευθέρωσε τὴν κατάραν καὶ πάντα πεποίηκε καὶ ἀνέλυσεν ἡμῖν τὴν ἄνωθεν ἐπιβουλήν. ἐπεὶ τοίνυν οὔτε τὴν κακίαν τοῦ ἐπιβουλεύσαντος δυνάμεθα καταξίαν διηγήσασθαι οὔτε τὸ μέγεθος τοῦ εὐεργετήσαντος οὗ διὰ χάριν ἐφύγαμεν τὰ κακά, εὐχαριστήσαντες, οὐχ ὅσον ὀφείλομεν ἀλλ᾽ ὅσον δυνάμεθα, [καὶ] συναγώμεθα, ἵνα ἀκουσθῶμεν καὶ προσέχωμεν, ἵνα πιστωθῶμεν. μὴ ἀθετήσῃς τὴν χάριν· οὐχὶ ἄνθρωπος κέκληται· οὐχ ὅμοιός σου ἐδίδαξεν οὕτω ἐπὶ γῆς, ἀλλὰ ἄνωθεν θεός, ὁ πρὸ αἰώνων υἱός, ὁ πρὸ χρόνου μονογενής, ὁ ἐν δόξῃ παρὰ πατρί, ὁ πάντων δεσπότης, ὁ τῶν ὅλων κρίτης ἐκρίθη διά σε, ἵνα σὺ ὑψωθῇς. εἰ οὖν πάντα σοι ἐχορήγησεν, διὰ πάντων εὐχαρίστει τῷ θεῷ τῷ παναγίῳ τῷ ποιήσαντι† ἐξ ἀρχῆς καὶ τιμήσαντι καὶ τῷ μετὰ ταῦτα πεποιηκότι†, δι᾽ οὗ ἐποίησεν καὶ ἀνενέωσεν καὶ σώζει, δόξα, κράτος, τιμὴ σὺν ἁγίῳ πνεύματι καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.