Ἔργον
Μέγας Αθανάσιος – Στίχοι ἀλφαβητικοί
Αναγκαιότητα μετάνοιας και πνευματικής εγρήγορσης
Προτροπή σε αποφυγή της απόγνωσης μέσω της ελπίδας στην άφεση αμαρτιών, αντλώντας παραδείγματα από τη βιβλική παράδοση.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Αναγκαιότητα μετάνοιας και πνευματικής εγρήγορσης
Προτροπή σε αποφυγή της απόγνωσης μέσω της ελπίδας στην άφεση αμαρτιών, αντλώντας παραδείγματα από τη βιβλική παράδοση.
Βέλει τρωθεῖσα τοῦ ἐχθροῦ, ψυχή μου, ἐθανατώθης καὶ πρὸς φθορὰν κατήντησας ἀφρόνως γεγονυῖα, καὶ τίς λοιπὸν μὴ κλαύσῃ σε, τὴν τεθανατωμένην; Γέεννα, σκότος, τάρταρος, βρυγμὸς ὁ τῶν ὀδόντων μέλλουσιν ὑποδέχεσθαι, ψυχή, μετὰ τὸ τέλος, εἴπερ ἀμετανόητος ἀπέλθῃς τῶν ἐνταῦθα.
Δάκρυσον, <ψυχή,> στέναξον, θρήνησον πρὸ τοῦ τέλους· πληθὺν ἁμαρτημάτων γὰρ ἀμέτρων ἐξαλείφειν τὰ δάκρυα πεφύκασι, οἱ στεναγμοὶ καὶ θρῆνοι. Ἔσχε λῃστὴς παράδεισον τὸ „μνήσθητι“ βοήσας, εὕροις δ’ αὐτὴ τὴν ἄφεσιν τῶν πεπλημμελημένων „ἡμάρτηκά σοι, δέσποτα, συγχώρησον“ εἰποῦσα.
Ζητεῖ σοῦ τὴν προαίρεσιν ὁ ἀγαθὸς δεσπότης· τί ῥαθυμεῖς, παντάλαινα; καὶ γὰρ ἂν ἐπιστρέψῃς, εὐθύς σοι τὴν συγχώρησιν ὁ ἀγαθὸς παράσχοι. Ἠθέτησας τὰς ἐντολάς, ἠνόμησας, ἀθλία, παρώργισας τὸν κτίστην σου ταῖς ἀθεσμοπραγίαις· σπεῦσον λοιπὸν διαλλάγηθι τούτου πρὸ τοῦ θανάτου. „Θεέ, θεέ μου, πλαστουργέ, μακρόθυμε θεέ μου, μὴ παρίδῃς <με>“, βόησον, „τὴν παροργίσασάν σε“, καὶ πάντως ἐπακούσει σου, τῆς βεβορβορωμένης.
Ἰούδας ἄλλος γέγονας, ψυχή, τῇ προαιρέσει σαυτὴν ἀπαγχονίσασα, βαβαί, τῇ ἀπογνώσει, καὶ τί σοι κέρδος, ταπεινή, τῆς ὑστεροβουλίας; Κριτής ἐστιν ἀσυμπαθὴς ὁ πλάστης σου, ψυχή μου· καὶ τὰ καλὰ καὶ τὰ κακὰ προστίθησιν εἰς μέσον· σπεῦσον ἐξιλεώσασθαι τούτῳ τῇ μετανοίᾳ.
Λύσιν λαβεῖν σοῦ τῶν χρεῶν, ψυχή, πρὸ τῆς ἐξόδου σπούδασον· ὁ γὰρ θάνατος μετάμελον οὐκ ἔχει, κἂν ὁ κριτὴς μακρόθυμος καὶ συμπαθὴς τυγχάνῃ. Μωρὰς παρθένους ἤκουσας, ὡς ἔξω τοῦ νυμφῶνος ἔμεινον, κρούουσαι πικρῶς τὴν εἴσοδον οὐχ εὗρον; μὴ οὖν θελήσῃς, ταπεινή, ταύταις ὁμοιωθῆναι.
Ναόν, ψυχή μου, ποίησον σαυτὴν ἡγιασμένον, καὶ σοῦ τοῦ κάλλους ἐραστὴς ὁ κτίστης καὶ δεσπότης καταφιλήσει σε θερμῶς καὶ κατοικήσει πάντως. Ξύλου γευσάμενος Ἀδὰμ ἐξώσθη παραδείσου· ξένωσον οὖν σαυτήν, <ψυχή,> ἐκ πάσης ἁμαρτίας καὶ λάβοις τὸν παράδεισον, ψυχή, πρὸς κατοικίαν.
著作
文本
在新窗口中打开相关段落。