Ἔργον
Μέγας Αθανάσιος – Σύνταγμα πρὸς μοναχούς
Ποιμαντικές διατάξεις και κατακλείδα
Οδηγίες προς τους ιερείς για την άσκηση των καθηκόντων τους, προτροπές προς τους λαϊκούς για τον σεβασμό του κλήρου και τελικός δοξολογικός επίλογος.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ποιμαντικές διατάξεις και κατακλείδα
Οδηγίες προς τους ιερείς για την άσκηση των καθηκόντων τους, προτροπές προς τους λαϊκούς για τον σεβασμό του κλήρου και τελικός δοξολογικός επίλογος.
Ἡμεῖς δὲ ἵνα μὴ μακρολογήσωμεν τὰς μαρτυρίας οὐκ ἐξεθέμεθα. Καὶ αὗται μὲν αἱ ἐντολαὶ μονάζουσι καὶ λοιποῖς χριστιανοῖς εὐλαβέσιν. Εἰ δέ τις ἱερεὺς ἀκριβῶς θέλῃ ἱερατεύειν, μετὰ τῶν προειρημένων ἐντολῶν, ἤτω νηφάλιος, σπουδαῖος, ἀνεξίκακος, χρηστός, φιλόρφανος, φιλόπτωχος, φιλόξενος, φιλάγαθος, ἥσυχος, στερεὸς πίστει καὶ γνώμῃ καὶ λόγῳ, ἀπεχόμενος γυναικός, μὴ ἀμελῶν τοῦ ποιμνίου, μὴ βδελυσσόμενός τινα. Μὴ προσωποληπτεῖν, ἐλέγχοντα ἐπὶ πάντων.
Μὴ ἐᾶν ψωριᾶν πρόβατον ἐν τῇ ποίμνη, ἀλλὰ καθαίρειν πρῶτον μετὰ μετανοίας, καὶ τότε συνάγειν ἐν τῇ μάνδρᾳ. Εἰδέναι ἕκαστον ὡς ποιμαίνειν δεῖ, τί δὲ ταῖς χήραις παραγγέλλειν, τί μοναχοῖς, τί λαϊκοῖς, τί κατηχουμένοις.
Γυναιξὶ δὲ παραγγέλλειν ἐν ἐκκλησίᾳ μὴ λαλεῖν ὅλως, ἀλλ᾽ ἐν πᾶσι σιγᾶν καὶ εὔχεσθαι, καὶ μὴ λαμπρύνειν ἑαυτὰς ἐν χρυσῷ ἢ ἐσθῆτι, τὰ δὲ πρόσωπα αὐτῶν μὴ φαίνεσθαι, χεῖρας ἀνδρῶν μὴ καταφιλεῖν. Κατηχούμενοι δὲ ἰδίᾳ εὐχέσθωσαν ἢ ἔξωθεν τοῦ βηλοῦ.
Ὁ δὲ πᾶς λαὸς ἐν φόβῳ καὶ σιωπῇ ἀκουέτω τὸν λόγον τοῦ κυρίου. Οὐ μόνον δὲ οἱ ἁμαρτάνοντες δίκην ἀποτίσουσιν, ἀλλὰ καὶ οἱ χαίροντες ἐπὶ τοῖς ἁμαρτάνουσιν. Περὶ δὲ τῶν προσφορῶν ὀφείλει νήφειν ὁ ἱερεύς· ἐὰν γὰρ λάβῃ παρὰ στρατευομένου ἐκχέαντος αἷμα, ἢ διασείσαντος, ἢ κλέψαντος, ἢ πραγματευτοῦ, ἢ ἐπιόρκου, ἢ παρὰ πλουσίου ἀποστερητοῦ, ἢ παρὰ τελώνου ἐπιπράττοντος, ἢ τοκογλύφου, ἢ τιμιουλκοῦ ἐπὶ σίτου, ἢ παρὰ παντὸς ἁμαρτωλοῦ, ὁ τοιοῦτος ἱερεὺς ἀπὸ τοιούτων ἐὰν λάβῃ, χωλὸν καὶ τυφλὸν προσφέρει ἐξ αὐτῶν τῷ θεῷ.
Σοὶ δὲ τῷ λαϊκῷ οὐκ ἔξεστι κρῖναι τὸν ἱερέα, εἰ μὴ ἐὰν ἴδῃς παραβάτην φεῦγε ἀπ᾽ αὐτοῦ. Ἐὰν ταῦτα φυλάξῃς, ὁ ἱερεύς, βαθμὸν ἀγαθὸν ἑαυτῷ περιποιῇ καὶ πολλὴν παρρησίαν τὴν ἐν Χριστῷ Ἰησοῦ κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.
著作
文本
在新窗口中打开相关段落。