Ἔργον
Μέγας Αθανάσιος – Σύνταγμα πρὸς πολιτικόν τινα
Εισαγωγή και σκοπός του συγγράμματος
Εισαγωγική προσφώνηση προς τον παραλήπτη πολιτικό και συνοπτική παρουσίαση των θεμάτων που πραγματεύεται το κείμενο.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εισαγωγή και σκοπός του συγγράμματος
Εισαγωγική προσφώνηση προς τον παραλήπτη πολιτικό και συνοπτική παρουσίαση των θεμάτων που πραγματεύεται το κείμενο.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Πρός τινα πολιτικὸν, σύνταγμα πάνυ ὠφελιμώτατον, καὶ πολὺ ὠφελέστατον Ἐπειδή σοι τῷ περιδεξίῳ καὶ μεγαλεπιβόλῳ τῆς φύσεως μετὰ τῆς τῶν τακτικῶν ἐμπειρίας τε καὶ μαθήσεως, ἔτι δὲ καὶ τῆς τῶν πολιτικῶν πραγμάτων ἀκριβοῦς μεταλήψεως, οὐδὲ τὰ τῶν ἱερέων λόγια ἀμελετήτως παρεώρασαι, ἀλλ᾽ ἔτι τοσοῦτόν σοι καὶ ταῦτα πεφιλοπόνηται, ὥστε τὸ σῶμα πολλάκις σιτίοις τρέφων, οὐδὲ τὴν ψυχὴν ἀποστερεῖς τῆς ἐκ τῶν λόγων σιτίσεως· ἀλλ᾽ ὡς ἀνά τινι θείῳ ἅλατι τοῖς τῶν Πατέρων ἀποφθέγμασι, καὶ ταῖς ἐπιτραπεζίοις παραρτύεις ὁμιλίαις· ἰδοὺ καὶ αὐτὸς, μικρά τινα συνοψίσας τῶν χρησίμων καὶ λυσιτελῶν, καὶ ἀναγινώσκων πάντα μὲν Χριστιανὸν, πλέον δὲ τοὺς ὅσοι καὶ βίῳ, καὶ λόγῳ, καὶ εὐγενείᾳ, καὶ ἀξιώματι ὑπερανεστήκασιν ὕψει, οἷόν τι δῶρον αὐτοσχεδιάσας ἀνδρὶ φιλολόγῳ καὶ φιλοθέῳ μάλιστα πρέπον, ὦ φίλων ἄριστε, τὸ παρόν σοι προσενήνοχα σύνταγμα, ἐκ διαφόρων μὲν Πατέρων καὶ ἀκροατικῶν λόγων ἀπανθισθὲν, οὐκ ἀκαταφρόνητον δὲ τὴν γνῶσιν τοῖς μετιοῦσιν ἐμποιοῦν· διάγνωσιν γὰρ ὁμοῦ καὶ διαίρεσιν τοῦ τριμεροῦς τῆς ἐν ἡμῖν ἔχει ψυχῆς, καθὼς πάντες κινούμεθα ἄνθρωποι, καὶ πῶς πρὸς σωτηρίαν ἢ ἀπώλειαν συνωθούμεθα. Ὁρίζει δὲ τοὺς λογισμοὺς, δι᾽ ὧν πᾶσα ἁμαρτία τελεῖται. Διαιρεῖ δὲ καὶ τὰ ἐν ἡμῖν πάθη, τίνα μὲν ψυχικὰ, τίνα δὲ τοῦ σώματος.
Ἐφεξῆς δὲ καὶ τοὺς τρόπους ὑποτίθεται τῆς τοῦ Θεοῦ προνοίας. Εἶτα καὶ περὶ τῆς τοῦ ἀνθρώπου αὐτεξουσιότητος διαλαμβάνει, καὶ τῆς ἡμῶν ἐν τοῖς πράγμασι παραχρήσεως. Συνοψίζει δὲ καὶ τὴν ἐν τῇ ἁγίᾳ καὶ μακαρίᾳ Τριάδι πίστιν. Ἔτι δὲ καὶ ὅπως δεῖ πιστεύειν περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, περὶ διαφορᾶς τε ἀρετῆς, καὶ διακρίσεως τῆς τῶν πραγμάτων διδάσκει φύσεως. Καὶ ὅλως ἐπίτομός τίς ἐστι γνῶσις ἡμῶν τε καὶ αὐτῶν, καὶ τῆς τῶν καθ᾽ ἡμᾶς φύσεώς τε καὶ πίστεως.
Ὃ δὴ καὶ περιφέρων εἰς χεῖρας, ἐπιμελέστερόν τε μετιὼν, καὶ τὴν ἐντεῦθεν καρπούμενος ὄνησιν, οὐκ ἀμνημονήσεις, εὖ οἶδ᾽ ὅτι, τοῦ αὐτοχειρίᾳ καὶ γεγραφότος, καὶ δεδωκότος.
著作
文本
在新窗口中打开相关段落。