Ἔργον
Μέγας Αθανάσιος – Τόμος πρὸς Ἀντιοχεῖς
Τελικές προτροπές για την εδραίωση της ειρήνης
Παραινέσεις για την αποφυγή των διενέξεων, τη διαφύλαξη της ενότητας μέσω της ορθής πίστεως και οδηγίες για την κοινή ανάγνωση του κειμένου.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Τελικές προτροπές για την εδραίωση της ειρήνης
Παραινέσεις για την αποφυγή των διενέξεων, τη διαφύλαξη της ενότητας μέσω της ορθής πίστεως και οδηγίες για την κοινή ανάγνωση του κειμένου.
Τούτων τοίνυν οὕτως ὁμολογηθέντων παρακαλοῦμεν ὑμᾶς· τοὺς μὲν οὕτως ὁμολογοῦντας καὶ διερμηνεύοντας οὕτω τὰς λέξεις, ἃς λέγουσι, μὴ κατακρίνετε μηδὲ προπετῶς ἀποβάλλετε, ἀλλὰ μᾶλλον εἰρηνεύοντας καὶ ἀπολογουμένους προσλαμβάνεσθε· τοὺς δὲ μὴ βουλομένους οὕτως ὁμολογεῖν καὶ διερμηνεύειν τὰς λέξεις, τούτους κωλύετε καὶ ἐντρέπετε ὡς ὑπόπτους τῷ φρονήματι. τούτων τε μὴ ἀνεχόμενοι συμβουλεύετε κἀκείνοις τοῖς ὀρθῶς ἑρμηνεύουσί τε καὶ φρονοῦσι μηδὲν πλέον ἀλλήλους ἀνακρίνειν μηδὲ «λογομαχεῖν ἐπ’ οὐδὲν χρήσιμον» μήτε ταῖς τοιαύταις λέξεσι διαμάχεσθαι, ἀλλὰ τῷ φρονήματι τῆς εὐσεβείας συμφωνεῖν. οἱ γὰρ μὴ οὕτως διανοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦντες καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα <γράφειν> ζητοῦντες οὐδὲν ἕτερον ποιοῦσιν ἢ «ποτίζουσιν ἀνατροπὴν θολερὰν τὸν πλησίον» ὡς φθονοῦντες τῇ εἰρήνῃ καὶ ἀγαπῶντες τὰ σχίσματα. ἀλλ’ ὑμεῖς, ὦ ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι καὶ οἰκονόμοι τοῦ κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενίζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προκρίνετε τὴν τοιαύτην εἰρήνην. οὔσης ὑγιαινούσης πίστεως ἴσως ὁ κύριος ἐλεήσει ἡμᾶς καὶ συνάψει τὰ διῃρημένα καὶ γενομένης μιᾶς ποίμνης πάλιν πάντες ἕνα ἔχομεν καθηγεμόνα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
Ταῦτα ἡμεῖς μέν, εἰ καὶ μηδὲν πλέον ἔδει ζητεῖν τῆς ἐν Νικαίᾳ συνόδου μηδὲ ἀνέχεσθαι τῶν ἐκ φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην καὶ ἕνεκα τοῦ μὴ ἀποβαλεῖν τοὺς ὀρθῶς πιστεύειν ἐθέλοντας, ἀνεκρίναμεν καὶ ἅπερ ὡμολόγησαν συντόμως ὑπηγορεύσαμεν οἱ περιλειφθέντες ἐν τῇ Ἀλεξανδρείᾳ κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Εὐσεβίου τε καὶ Ἀστερίου· οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν ἀπεδήμησαν εἰς τὰς παροικίας ἑαυτῶν. ὑμεῖς δὲ πάλιν κοινῇ, ἔνθα καὶ εἰώθατε συνάγεσθαι, ἀνάγνωτε ταῦτα κἀκεῖ πάντας προσκαλέσασθαι καταξιώσατε. δίκαιον γὰρ ἐκεῖ πρῶτον τὴν ἐπιστολὴν ἀναγνωσθῆναι κἀκεῖ τοὺς βουλομένους καὶ ἀντιποιουμένους τῆς εἰρήνης συνάπτεσθαι, καὶ λοιπὸν συναφθέντων αὐτῶν ἔνθα ἂν ἀρέσῃ πᾶσι τοῖς λαοῖς παρούσης τῆς ὑμετέρας χρηστότητος ἐκεῖ τὰς συνάξεις ἐπιτελεῖσθαι καὶ τὸν κύριον κοινῇ παρὰ πάντων δοξάζεσθαι. προσαγορεύετε πάντας τοὺς σὺν ὑμῖν ἀδελφούς. προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. ἔρρωσθαι ὑμᾶς καὶ μνημονεύειν ἡμῶν τῷ κυρίῳ εὔχομαι ἐγώ τε Ἀθανάσιος.
著作
文本
在新窗口中打开相关段落。